[ ] Mys.: Olympene — Hadrianoi pros Olympon (Orhaneli) — IK 18,517 = IK 33,80
1 [ — — — — — — — π]αίδων ἀώρ[ων — — — — — — — — — ]
[καὶ θ]ρῆνος γονέων ἀπαρήγορον ἐνθάδ’ [ἀθρ]ήσας·
γνῶθι τέλος βιότου· διὸ παῖζε τρυφῶν ἐπὶ κόσμῳ,
πρὶν σῶν παίδων πένθος τοῖον ἀθρῆσαι ἐπὶ τύμβοις·
5 τίς ἡμετέρων γονέων παρήγορος ἔσται ἐνὶ οἴκῳ
ἢ θρῆνος παύσει πολυώδυνον ἐν βιότοιο;
τίνα χερσὶ<ν π>ατὴ<ρ> ἢ περιπτύξεται ἢ τίνα κλαύσει;
Μηνόφιλον θρηνεῖ· Τερτύλλαν παρήγορον ἕξει;
ἢ Μαιάδιν τὸν ἄριστον; πλείω πένθος ὤπασε τούτοις·
10 πάνγεος καὶ δῆμος ἡμετέρους γονεῖς στονάχη[σεν],
τοὺς πολύπαιδας ἄπαιδας ἐν στέρνοις ἰὸν ἔχοντας,
ὧν βίος ἠμαύρωται παίδων χάριν ὧν τέκον αὐτοί·
καὶ θρῆνος βαρύδουπον ἔχει πατὴρ Εἱλάσιος οἴκοις
σὺν φιλίῃ συνεύνῳ, ἡμετέρῃ μητρὶ Σωφρονίῃ·
15 λείψατε νῦν θρήνους, γόους, στοναχάς, ἱκνούμεθα νε[κροί],
καὶ σκέπ[τεσθε κε]νοῖς Μαιαδίου λείψανον οἴκ[οις],
τεχθεῖσαν Πρισκιανὴν πενταμηνιαῖον κατ[αθήκην].
Search Help
Contact Us