[ ] Mys.: Olympene — Serceler? / Orhaneli? — 1./2.Jh.n.Chr. — IK 18,511 = IK 33,77
1 "τίς τίνος;" ἢν εἴρῃ, Κλάδος οὔνο-
μα·  "καὶ τίς ὁ θρέψας;" |  Μηνόφιλος.
"θνήσκω δ’ ἐκ τίνος;" ἐκ πυρε-
τοῦ. |  "κἀπὸ πόσων ἐτέων;" τρισ-
5 καίδεκα.  "ἆρά γ’ ἄμουσος;" |  οὐ τέ-
λεον, Μούσαις δ’ οὐ μέγα φει-
λάμενος, | ἔξοχα δ’ Ἑρμείᾳ με-
μελημένος· ἐν γὰρ ἀγῶσιν |
πολλάκις αἰνητὸν στέμμα
10 ~z10
     πάλας ἔλαχον. |
Ἀπφία ἡ θάψασα δ’ ἐμὴ τροφός,
ἥ μοι ἔτευξεν| εἰκόνα καὶ τύμ-
     βῳ σῆμ’ ἐπέθηκε τόδε.
Search Help
Contact Us