[ ] Mys.: Abrettene — Nalbant — 2.Jh.n.Chr. — IK 33,61
1 στῆσον ὁδοιπόρε βῆμ’ αὐ-
[τοῦ]· κενός εἰμι τάφος γάρ, |
ἀλλὰ τὸν ὀθνείῃ κείμενον
ἐν κονίῃ | ἀγγέλλω παρι-
5 οῦσιν Ἀριστοκλῆα, Βενούσ-
του | παῖδα καὶ Ἰουλιανῆς,
ὡς θάνεν ἠίθεος, | ὡς κεῖ-
ται Ῥώμης βασιληίδος ἐν
δαπέδοισιν, | ἐσθλὸν ἐ-
10 ν εἰητροῖς ἤδη ἔχων ὄνο-
μα, | δάκρυα Νεικαρέτῃ
προλιπὼν ἄλληκτα τιθή-
νῃ, | τῇ καὶ ὑπὲρ τύμβου
τοῦτο γέρας θεμένῃ.
Search Help
Contact Us