[ ] Mys.: Mittlerer Makestos, N. — Demirkapı — nicht vor 2.Jh.n.Chr. — IK 18,538
1 ποῦ σοφίης ἐρατῆς ἀγανὸν σθένος,
ἔγνομε Κλωθώ, | ποῦ μοι Πειερίδων μου-
σοπόλος μελέτη; | δωδεκέτης ἔτι που
γὰρ ὑπὸ χθόνα καὶ βαρὺν Ἅδην | κεῖμαι,
5 τὰς γονέων ψευσάμενος χάριτας· | ἀντὶ
δέ μοι θαλάμοιο καὶ εὐιέρων ὑμεναίων |
τύμβος καὶ στήλλη καὶ κόνις ἐκχθροτάτη· |
πηοὶ μὲν τόδε σῆμα καὶ ὅσσ’ ἐδύναντο θανόν-
τι | τεῦξαν ἐμοί, Μοιρῶν νήμασι πειθόμενοι· |
10 ἀλλ’ ἤδη δακρύων ἅλις, ὦ πάτερ, ὦ πανό[δυρ]-
τε | Ἄμμιον, ἴσχ’ ἐπ’ ἐμοὶ θρῆνον ἀεικέλιο[ν].
Search Help
Contact Us