[ ]
Ionien — Miletos (Balat) [Aa: Apollonia ad Rhynd.] — Mitte 2.Jh.v.Chr. — Rehm, IMilet I 3 Nr.155
1 | ὁ δῆμος ὁ Ἀπολλωνιατῶν τῶν πρὸς |
τῶι Ῥυνδάκωι | |
{²Kranz}² τὸν δῆμον {²Kithara}² | |
τὸν Μιλησίων. | |
5 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· οἱ ἄρχοντες εἶπαν· ἐπεὶ πεμ- |
φθείσης πρεσβείας πρὸς τὸν δῆμον τὸν Μιλησίων περὶ τοῦ ἀνα- | |
νεώσασθαι τὴν ὑπάρχουσαν πρὸς αὐτὸν τῶι δήμωι ἡμῶν | |
διὰ τὴν ἀποικίαν συγγένειαν Μιλήσιοι διακούσαντες | |
τῶν πρεσβευτῶν μετὰ πάσης εὐνοίας καὶ ἐπισκεψάμενοι | |
10 | τὰς περὶ τούτων ἱστορίας καὶ τἆλλα ἔγγραφα ἀπεκρίθησαν |
τὴν πόλιν ἡμῶν ἐπὶ τῆς ἀληθείας γεγενῆσθαι ἄποικον | |
τῆς ἑαυτῶν πόλεως διαπραξαμένων τῶν προγόνων, | |
καθ’ οὓς καιροὺς ἐκπέμψαντες στράτευμα καὶ εἰς τοὺς | |
[κ]ατὰ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τόπους | |
15 | κρατήσαντες δόρατ(ι) τῶν ἐνοικούντων βαρβάρων κα- |
τώ(ι)κισαν τάς τε ἄλλας Ἑλληνίδας πόλεις καὶ τὴν ἡμετέραν κα- | |
θηγησαμένου τῆς στρατείας Ἀπόλλωνος Διδυμέως· διὸ ἀπο- | |
δεδεγμένων αὐτῶν ἐκτενῶς καὶ φιλαγάθως τόν τε δῆμον | |
ἡμῶν καὶ τοὺς πρεσβευτὰς καλῶς ἔχον ἐστὶν καὶ τῶι ἡμετέ- | |
20 | ρωι δήμωι τῶι τε Ἀπόλλωνι τῶι Διδυμεῖ ἀπονεῖμαι τὰ προσ- |
[ή]κοντα χαριστήρια, συναύξειν δὲ καὶ τὰς τῶν πατρώιων̣ | |
[θεῶ]ν τιμάς τε καὶ θυσίας, τιμῆσαι δὲ καὶ Μιλησίους ταῖς ἀρ̣- | |
[εσκο]ύσαις τιμαῖς, πένψαι δὲ καὶ πρεσβευτὰς τοὺς ἐπιτ- | |
[ελοῦντας ἐκε]ῖ πάντα τῶι δήμωι καὶ ὑποδείξοντας Μι- | |
25 | [λησίοις τὰ δεδογμένα περὶ τῆς] π̣ρὸς αὐτοὺς εὐνοίας· ἀγα- |
[θῆι τύχηι· δεδόχθαι Ἀπολλωνιάταις]· τῶν πρ̣ο̣σ̣η̣κ̣ό̣[ντων] |