[ ]
Ionien — Miletos (Balat) [Aa: Apollonia ad Rhynd.] — Mitte 2.Jh.v.Chr. — Rehm, IMilet I 3 Nr.155
| 1 | ὁ δῆμος ὁ Ἀπολλωνιατῶν τῶν πρὸς |
| τῶι Ῥυνδάκωι | |
| {²Kranz}² τὸν δῆμον {²Kithara}² | |
| τὸν Μιλησίων. | |
| 5 | [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· οἱ ἄρχοντες εἶπαν· ἐπεὶ πεμ- |
| φθείσης πρεσβείας πρὸς τὸν δῆμον τὸν Μιλησίων περὶ τοῦ ἀνα- | |
| νεώσασθαι τὴν ὑπάρχουσαν πρὸς αὐτὸν τῶι δήμωι ἡμῶν | |
| διὰ τὴν ἀποικίαν συγγένειαν Μιλήσιοι διακούσαντες | |
| τῶν πρεσβευτῶν μετὰ πάσης εὐνοίας καὶ ἐπισκεψάμενοι | |
| 10 | τὰς περὶ τούτων ἱστορίας καὶ τἆλλα ἔγγραφα ἀπεκρίθησαν |
| τὴν πόλιν ἡμῶν ἐπὶ τῆς ἀληθείας γεγενῆσθαι ἄποικον | |
| τῆς ἑαυτῶν πόλεως διαπραξαμένων τῶν προγόνων, | |
| καθ’ οὓς καιροὺς ἐκπέμψαντες στράτευμα καὶ εἰς τοὺς | |
| [κ]ατὰ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τόπους | |
| 15 | κρατήσαντες δόρατ(ι) τῶν ἐνοικούντων βαρβάρων κα- |
| τώ(ι)κισαν τάς τε ἄλλας Ἑλληνίδας πόλεις καὶ τὴν ἡμετέραν κα- | |
| θηγησαμένου τῆς στρατείας Ἀπόλλωνος Διδυμέως· διὸ ἀπο- | |
| δεδεγμένων αὐτῶν ἐκτενῶς καὶ φιλαγάθως τόν τε δῆμον | |
| ἡμῶν καὶ τοὺς πρεσβευτὰς καλῶς ἔχον ἐστὶν καὶ τῶι ἡμετέ- | |
| 20 | ρωι δήμωι τῶι τε Ἀπόλλωνι τῶι Διδυμεῖ ἀπονεῖμαι τὰ προσ- |
| [ή]κοντα χαριστήρια, συναύξειν δὲ καὶ τὰς τῶν πατρώιων̣ | |
| [θεῶ]ν τιμάς τε καὶ θυσίας, τιμῆσαι δὲ καὶ Μιλησίους ταῖς ἀρ̣- | |
| [εσκο]ύσαις τιμαῖς, πένψαι δὲ καὶ πρεσβευτὰς τοὺς ἐπιτ- | |
| [ελοῦντας ἐκε]ῖ πάντα τῶι δήμωι καὶ ὑποδείξοντας Μι- | |
| 25 | [λησίοις τὰ δεδογμένα περὶ τῆς] π̣ρὸς αὐτοὺς εὐνοίας· ἀγα- |
| [θῆι τύχηι· δεδόχθαι Ἀπολλωνιάταις]· τῶν πρ̣ο̣σ̣η̣κ̣ό̣[ντων] |