[ ]
Mys.: L. Apolloniatis, N. — Bursa (Bi) [Ab: Apollonia ad Rhynd.?] — 2.Jh.v.Chr. — CRAI 1921,270
1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μενέμαχος |
Ἀρχελάου εἶπεν· ἐπεὶ Κόρραγος Ἀριστομάχου | |
Μακεδών, τεταγμένος στρατηγὸς τῶν κα- | |
θ’ Ἑλλήσποντον τόπων, διατελεῖ τὴμ πᾶσαν | |
5 | σπουδὴν καὶ εὔνοιαν προσφερόμενος εἰς τὸ συν- |
αύξεσθαι τὸν δῆμον, καὶ κοινῆι καὶ ἰδίαι τοῖς ἐν- | |
τυγχάνουσιν τῶν πολιτῶν εὔχρηστον αὑτὸν | |
παρασκευάζει, ὑπό τε τὴν παράληψιν τῆς πόλεως | |
ἠξίωσεν τὸν βασιλέα ἀποδοθῆναι τούς τε νό- | |
10 | μους καὶ τὴν πάτριον πολιτείαν καὶ τὰ ἱερὰ τεμέ- |
νη καὶ τὸ εἰς τὰ ἱερὰ καὶ πόλεως διοίκησιν ἀργύριον καὶ | |
τὸ τοῖς νέοις ἔλαιον καὶ τὰ ἄλλα ἅπερ ἐξ ἀρχῆς ὑπῆρ- | |
χεν τῶι δήμωι, ἐνδεῶς τε ἀπαλλασσόν- | |
των τῶν πολιτῶν διὰ τὸν πόλεμον παρά | |
15 | τε αὑτοῦ ἐχαρίσατο εἰς τὰς δημοτε- |
λείς θυσίας βοῦς καὶ ἱερεῖα, καὶ τῶι βασιλε[ῖ] | |
μνησθεὶς ἐξεπορίσατο σῖτον εἰς σπέρμα | |
καὶ διατροφὴν, καὶ τὰς ἰδίας ἑκάστωι τῶν | |
πολιτῶν κτήσεις συνέσπευσεν διαμεῖ[ναι] | |
20 | τοῖς τε μὴ ἔχουσιν δοθῆναι ἐκ τοῦ βασιλικοῦ, |
καὶ ἀτελείας ἐπικεχωρημένης πασῶν | |
τῶν προσόδων ὑπὸ τοῦ βασιλέως ἐτῶν | |
τριῶν ἔσπευσεν καὶ ἄλλα δύο ἔτη ἐπιδοθῆ- | |
ναι, βουλόμενος εἰς εὐδαιμονίαν καὶ ἐπίδο- | |
25 | σιν καταστῆσαι τοὺς πολίτας, ἀκόλουθα πράσσων τῆι |
τοῦ βασιλέως προαιρέσει· ἵνα δὲ καὶ ὁ δῆμος φαί- | |
νητα<ι> ἀποδιδοὺς χάριτας ἀξίας τοῖς αὑτὸν | |
εὐεργετοῦσιν, δεδόχθαι τῶι δήμωι· [ἐπαινέσαι τε] | |
Κόρραγον τὸν στρατηγὸν κα[ὶ στεφανῶσαι αὐτὸν] | |
30 | χρυσῶι στεφ[άνωι |