[ ] Mys.: Miletupolitis — Mustafakemalpaşa — um 100 n.Chr. — IK 18,515 = IK 26,86
I/II.1 τὸν μέγαν ἐν Μούσαισι, τὸν ἐν σοφίῃ κλυτὸν ἄνδρα |
ἔξοχα ὁμηρείων ἁψάμενον σελίδων, |
μηνύω παριοῦσι σοφὴ λίθος, εὐκλέα Μάγνον, |
θαῦμα μέγα ξείνων, θαῦμα μέγα πτόλιος, |
I.5 εὐσεβίης μέγα
τέκμαρ Ἰωνίδος
ἥ μ’ ἐφ’ ὁμεύνου | {²Relief
σήματι σὺν κού-
ρῳ θήκατο Μη-
10 τροβίωι· |
II.11                         ἀλλά, φίλοι,
                        μνήσασθε
                        καὶ ἐν φθιμέ-
                        ν[οι]σι γεραιοῦ, |
15                         πρῶτος ὃς ὑμε-
                        τέρους υἷας
                        γεῦσε λόγων. |
Search Help
Contact Us