[ ] Mys.: Miletupolitis — nahe Koşuboğazıköy — 2.Jh.n.Chr.? / 2.Jh.v.Chr.? — EA 4,1984,99-100 [SEG 34,1247]
1 [ὁ τ]ύμβος ἥ τε βῶλος ἥ τ’ ἐξεσμέν[η]
[στ]ήλη δακρυτὰ λείψαν’ ὀστέων ἔχε[ι]·
τοῦτ’ ἦν ὃ μοχθυ μυρίον δὲ δάκρυσι (?)
Μηνᾶς ἀδελφὸς πένθεσιν τ(ε)ίρ(ε)ι φρένα·
5 Ἀριστίων δύσμοιρε, σοὶ δ’ ἐπ’ Ἀίδης
μακρὰν ἐπ’ ὀφθαλμοῖσι νύκτ’ ἐθήκατο·
ἆ τλῆμον, ἴῃς, καὶ νέκυς γεωμόρος
εἴης, ἀεὶ δὲ κοῦφον οἰκήσαις τάφον.
Search Help
Contact Us