[ ]
Mys.: Kyzikene, L. Dascylitis, S. — Eski Manyas, Kale von [Ac: Poimanenon?, Ab: Kyzikos?] — ca. 98-88 v.Chr.? — RA n.s. 34,1877,106-107 Nr.3 [OGIS 438]
1 | οἱ ἐν τῆι Ἀσίαι δῆμοι κα[ὶ τ]ὰ ἔθν[η] |
καὶ οἱ κατ’ ἄνδρα κεκριμένοι ἐν τῆι πρὸς | |
Ῥωμαίους φιλίαι καὶ τῶν ἄλλων οἱ εἰρη- | |
μένοι μετέχειν τῶν Σωτηρίων καὶ | |
5 | Μουκιείων ἐτίμησαν |
Ἡρόστρατον Δορκαλίωνος ἄνδρα ἀγαθὸν γε- | |
νόμενον καὶ διενένκαντα πίστει καὶ ἀρετῆι | |
καὶ δ[ικ]αιοσύνηι καὶ εὐσεβαίαι καὶ περὶ το<ῦ κ>ο<ι>ν[οῦ] | |
συνφέροντος τὴν πλείστ[η]ν εἰσενηνεγμέ- | |
10 | νον σπουδὴν καὶ πολλὰ καὶ μεγάλα περιπο[ι]- |
ήσαντα τοῖς κοινοῖς τοῦ συνεδρίου πράγμα- | |
σιν τῶν πρὸς δόξαν καὶ μνήμην αἰώνων | |
ἀνηκόντων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας | |
τῆς εἰς ἑαυτού[ς]. |