[ ]
Mys.: Kyzikene, L. Dascylitis, N. — Doğanpınar — IK 18,500
A | {²Relief eines sitzenden Mannes mit einem Buch, darin:}² |
1 | Α[ |
Χ[ | |
Π/[ | |
ΓΕ[ | |
5 | ΟϹ[ |
ΤΑ[ | |
B | {²Darunter:}² |
1 | Ἀσκληπιακόν με τὸ σῆμα κάλ[υ]ψεν ἐτῶν ἀνύσαντα | |
τρεῖς δεκάδας, δυ’ ἐτῶν τοῖσδ’ ἐπιλειπομένων· | | |
Μοσχαρίου παῖς εἰμί, Τελέσφορος ἐστὶ πατήρ μοι, | | |
Μοῦσα δ’ ἐμὴ γαμετὴ παρθενικῶν λεχέων, | | |
5 | οἷς κὲ πένθος ἄπαυστον ἐγὼ λίπον, οὐδέ τις αὐτοὺς̣ | |
σῆμα λιπεῖν πείθει παυσαμένους δακρύων· | | |
κἀγὼ δ’ οὐκ ἀσόφοισι μαθήμασι Πυθαγορείοις | | |
μάντις ἐὼν ᾔδειν τοῦδε τέλος θανάτου· | | |
ἔσσετ’ Ἀνεικήτοιο θάνοντος ἐμοῦ συνομαίμ[ου] | | |
10 | κὲ γλυκερῶν γονέων μοῦνον ὃ τύμβος ὅδε. | |
ὃς δὲ ἂν τολμήσει ἕτερον παρὰ τοὺς | |
προγεγραμένους {²⁶προγεγραμμένους}²⁶ καταθέσθαι ἢ διορύ- | |
ξῃ {²⁶διορύξαι}²⁶ ἢ κατασκάψῃ {²⁶κατασκάψαι}²⁶, ὤλης ἐξώλης ἀπό- | |
λοιτο κὲ γένος τὸ ἐξ αὐτοῦ. |