[ ]
Mys.: Kyzikene, Propontisküste — Edincik — 1.Jh.n.Chr. — IK 18,492
1 | Ἀλέξανδρε Ἀλεξανδρεῦ χαῖρε· |
οὐ νούσῳ δημαθεὶς ἔλιπον βίο[ν, οὐδ’] ἐπὶ πάτρ<α>ς | |
[γ]ηραιὸς Λάθας ἤλυθον εἰς <λ>[ι]μένας, | |
[ἀ]λλά με πνεῦμα βόρειον ἐπιγόμενον ποσὶ κρ̣[αιπνοῖς] | |
5 | [ἔ]κτανε σὺν πυκιναῖς οὐρανόθεν [νι]φάσ[ιν]· |
[μὴ] θρηνεῖτε γόοις, προσκηδέες, οὐ γ[ὰ]ρ [ἔ]ν[ε]σ[τ]ι | |
δάκρυσι τὴν ὀλοὴν Μοῖραν ὑπεκπροφυ[γ]εῖ[ν]· | |
εἰμὶ δ’ Ἀλεξανδρεὺς τὸ γένος, καὶ τοὔνομα ταὐ[τό]· | |
χαίρετε καὶ τύμβῳ ταὐτὸ προσε[ί]πατε ἔπος. |