[ ] Mys.: Kyzikene, Propontisküste — Edincik — 1.Jh.n.Chr. — IK 18,492
1      Ἀλέξανδρε Ἀλεξανδρεῦ χαῖρε·
  οὐ νούσῳ δημαθεὶς ἔλιπον βίο[ν, οὐδ’] ἐπὶ πάτρ<α>ς
[γ]ηραιὸς Λάθας ἤλυθον εἰς <λ>[ι]μένας,
[ἀ]λλά με πνεῦμα βόρειον ἐπιγόμενον ποσὶ κρ̣[αιπνοῖς]
5 [ἔ]κτανε σὺν πυκιναῖς οὐρανόθεν [νι]φάσ[ιν]·
[μὴ] θρηνεῖτε γόοις, προσκηδέες, οὐ γ[ὰ]ρ [ἔ]ν[ε]σ[τ]ι
  δάκρυσι τὴν ὀλοὴν Μοῖραν ὑπεκπροφυ[γ]εῖ[ν]·
  εἰμὶ δ’ Ἀλεξανδρεὺς τὸ γένος, καὶ τοὔνομα ταὐ[τό]·
  χαίρετε καὶ τύμβῳ ταὐτὸ προσε[ί]πατε ἔπος.
Search Help
Contact Us