[ ]
Mys.: Kyzikene, Propontisküste — Edincik — noch 2.Jh.v.Chr. — IK 18,516
1 | Μαιανδρίης τῆς Βακχίου. |
Φερσεφόνα, τί φίλεργον ἀπέσπασες ἀνδρὸς ἀπ’ εὐνῆς, | |
ἄκριτον ἐς θνατοὺς ἁλικίαν θεμένα, | |
εἰκοσέτιν· τᾷ κάλλος ἀφώρισε Κύπρις ἐν ἀστοῖς, | |
5 | ἀλλὰ Τύχη σκολιοῖς δόγμασιν ἠντίασεν· |
οὕνεκεν ἀλλοδαπὰν Μαιανδρίη ἤλυθε γαῖαν, | |
ἀνδρὶ φιλοστόργους δεικνυμένα χάριτας· | |
ἀνθ’ ὧν μοι τὸ μνῆμα πόσις κτίσεν, οὕνεχ’ ἅμ’ αὐτῶι | |
ἔγδημος γενόμαν, πατρίδα λειπομένα· | |
10 | Φερσεφόνας δὲ ἀδίαυλον ὑπὸ στυγερὸν δόμον ἦλθον, |
παυσιπόνῳ Λάθας λουσαμένα πόματι. |