[ ]
Mys.: Kyzikene, Propontisküste — Edincik — noch 2.Jh.v.Chr. — IK 18,516
| 1 | Μαιανδρίης τῆς Βακχίου. |
| Φερσεφόνα, τί φίλεργον ἀπέσπασες ἀνδρὸς ἀπ’ εὐνῆς, | |
| ἄκριτον ἐς θνατοὺς ἁλικίαν θεμένα, | |
| εἰκοσέτιν· τᾷ κάλλος ἀφώρισε Κύπρις ἐν ἀστοῖς, | |
| 5 | ἀλλὰ Τύχη σκολιοῖς δόγμασιν ἠντίασεν· |
| οὕνεκεν ἀλλοδαπὰν Μαιανδρίη ἤλυθε γαῖαν, | |
| ἀνδρὶ φιλοστόργους δεικνυμένα χάριτας· | |
| ἀνθ’ ὧν μοι τὸ μνῆμα πόσις κτίσεν, οὕνεχ’ ἅμ’ αὐτῶι | |
| ἔγδημος γενόμαν, πατρίδα λειπομένα· | |
| 10 | Φερσεφόνας δὲ ἀδίαυλον ὑπὸ στυγερὸν δόμον ἦλθον, |
| παυσιπόνῳ Λάθας λουσαμένα πόματι. |