[ ] Mys.: Kyzikene, Propontisküste — Hıdır Köy [Af: Kyz. Werkstatt] — 2./1.Jh.v.Chr. — IK 18,522
1        ὑπόμνημα Μηνοφάντου
        τοῦ Πρωτομάχου.
 οὔτε με τὸν δύσμοιρον ἐς Ἄιδος ἤγαγε νοῦσος, |
 οὐ στυγεραὶ πόντου λαίλαπες ἐξ ἀνέμων, |
5 οὐδὲ μὲν οὐδ’ Ἄρης πολεμόκλονος, ἀλλά με λυγρὸς |
ἀνδροφόνοισιν ἀνὴρ ἔκτανε χερσὶ λίθωι |
 υἱέα Πρωτομάχοιο· πόλις δ’ ᾤκτειρέ με πᾶσα |
  κηρύξασα φυγὴν ἡμετέρου φονέος· |
ἀλλὰ Δίκη καὶ Ζεῦ πανεπόψιε, πατρὸς ἐμεῖο |
10   πένθεα πρηΰναιτ’ ἀνέρα τεισάμενοι. |
Search Help
Contact Us