[ ]
Mys.: Kyzikene, Propontisküste — Hıdır Köy [Af: Kyz. Werkstatt] — 2./1.Jh.v.Chr. — IK 18,522
1 | ὑπόμνημα Μηνοφάντου |
τοῦ Πρωτομάχου. | |
οὔτε με τὸν δύσμοιρον ἐς Ἄιδος ἤγαγε νοῦσος, | | |
οὐ στυγεραὶ πόντου λαίλαπες ἐξ ἀνέμων, | | |
5 | οὐδὲ μὲν οὐδ’ Ἄρης πολεμόκλονος, ἀλλά με λυγρὸς | |
ἀνδροφόνοισιν ἀνὴρ ἔκτανε χερσὶ λίθωι | | |
υἱέα Πρωτομάχοιο· πόλις δ’ ᾤκτειρέ με πᾶσα | | |
κηρύξασα φυγὴν ἡμετέρου φονέος· | | |
ἀλλὰ Δίκη καὶ Ζεῦ πανεπόψιε, πατρὸς ἐμεῖο | | |
10 | πένθεα πρηΰναιτ’ ἀνέρα τεισάμενοι. | |