[ ]
Mys.: Kyzikene, Propontisküste — Hıdır Köy [Af: Kyz. Werkstatt] — 2./1.Jh.v.Chr. — IK 18,522
| 1 | ὑπόμνημα Μηνοφάντου |
| τοῦ Πρωτομάχου. | |
| οὔτε με τὸν δύσμοιρον ἐς Ἄιδος ἤγαγε νοῦσος, | | |
| οὐ στυγεραὶ πόντου λαίλαπες ἐξ ἀνέμων, | | |
| 5 | οὐδὲ μὲν οὐδ’ Ἄρης πολεμόκλονος, ἀλλά με λυγρὸς | |
| ἀνδροφόνοισιν ἀνὴρ ἔκτανε χερσὶ λίθωι | | |
| υἱέα Πρωτομάχοιο· πόλις δ’ ᾤκτειρέ με πᾶσα | | |
| κηρύξασα φυγὴν ἡμετέρου φονέος· | | |
| ἀλλὰ Δίκη καὶ Ζεῦ πανεπόψιε, πατρὸς ἐμεῖο | | |
| 10 | πένθεα πρηΰναιτ’ ἀνέρα τεισάμενοι. | |