[ ]
Phokien — Delphi: Halle der Chariten [Aa, Af: Kyzikos] — Anth.Gr. VI 342
1 | ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους |
στυλίδα, τᾶς πρώτας τοῦθ’ ὑπόδειγμα τέχνας· | |
ταύταν γὰρ πρώταν ποτ’ ἐμήσατο Παλλὰς Ἀθάνα, | |
τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν, | |
5 | οὕνεκεν ὑψίστᾳ Τριτωνίδι ναὸν ἔτευξεν |
Κύζικος ἅδ’ ἱρᾷ πρῶτον ἐν Ἀσιάδι. | |
δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος | |
Δελφίδα γᾶν, Φοίβῳ τάνδ’ ἐνέπουσα χάριν. |