[ ]
Phokien — Delphi: Halle der Chariten [Aa, Af: Kyzikos] — Anth.Gr. VI 342
| 1 | ἄθρησον Χαρίτων ὑπὸ παστάδι τᾷδε τριήρους |
| στυλίδα, τᾶς πρώτας τοῦθ’ ὑπόδειγμα τέχνας· | |
| ταύταν γὰρ πρώταν ποτ’ ἐμήσατο Παλλὰς Ἀθάνα, | |
| τάνδε πόλει καλὰν ἀντιδιδοῦσα χάριν, | |
| 5 | οὕνεκεν ὑψίστᾳ Τριτωνίδι ναὸν ἔτευξεν |
| Κύζικος ἅδ’ ἱρᾷ πρῶτον ἐν Ἀσιάδι. | |
| δεῖγμα δὲ καὶ πλίνθων χρυσήλατον ἤγαγεν ἄχθος | |
| Δελφίδα γᾶν, Φοίβῳ τάνδ’ ἐνέπουσα χάριν. |