[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.18
1 οὐ ψευδὴς ὅδε μῦθος, ἀληθείῃ δὲ κέκασται
 Κυδίππης παίδων εὐσεβίης θυσίη·
ἡδυχαρὴς γὰρ ἔην σκοπὸς ἀνδράσιν ὥριος οἶμος,
 μητρὸς ἐπ’ εὐσεβίῃ κλεινὸν ἔθεντο πόνον·
5 χαίροιτ’ οὖν ἱεροῖσιν ἐπ’ εὐσεβίῃ, κλυτοὶ ἄνδρες,
 καὶ τὸν ἀπ’ αἰώνων μῦθον ἔχοιτε μόνοι.
Search Help
Contact Us