[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.10
1 φαῖνε, Θόαν, Βάκχοιο φυτὸν τόδε· ματέρα γάρ σου
 ῥύσῃ τοῦ θανάτου, οἰκέτιν Ὑψιπύλαν·
ἃ τὸν ἀπ’ Εὐρυδίκας ἔτλη χόλον, ἦμος ἀφαυρὸν
 ὕδρος ὁ γᾶς γενέτας ὤλεσεν Ἀρχέμορον·
5 στεῖχε δὲ καὶ σὺ λιπὼν Ἀσωπίδος ἀφνεὸν οὖθαρ,
 γειναμένην ἄξων Λῆμνον ἐς ἠγαθέην.
Search Help
Contact Us