[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.7
1 | Ἀμφίων καὶ Ζῆθε, Διὸς σκυλακεύματα, Δίρκην |
κτείνατε τάνδ’ ὀλέτιν ματέρος Ἀντιόπας, | |
δέσμιον ἣν πάρος εἶχε διὰ ζηλήμονα μῆνιν· | |
νῦν δ’ ἱκέτις αὐτὴ λίσσετ’ ὀδυρομένη· | |
5 | ᾇ γε καὶ ἐκ ταύροιο καθάπτετε δίπλακα σειρήν, |
ὄφρα δέμας σύρῃ τῆσδε κατὰ ξυλόχου. |