[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız): Apollonis-Tempel — frühestens 4.Jh.n.Chr. — Anth.Gr. III Nr.5
1 Κρεσφόντου γενέτην πέφνες τὸ πάρος, Πολυφόντα,
 κουριδίης ἀλόχου λέκτρα θέλων μιάναι·
ὀψὲ δέ οἱ πάις ἧκε φόνῳ γενέτῃ προσαμύνων
 καί σε κατακτείνει ματρὸς ὑπὲρ Μερόπας·
5 τοὔνεκα καὶ δόρυ πῆξε μεταφρένῳ, ἁ δ’ ἐπαρήγει,
 βριθὺ κατὰ κροτάφων βάκτρον ἐρειδομένα.
Search Help