[ ]
Mys.: Kyzikene, Kapu Dağ — ? [Ab: Kyzikos] — frühes 2.Jh.v.Chr. — IK 18,510
1 | Καλλατιανὴ χθὼν ἐμέθεν πατ[ρίς· ἐς δ’] ἐρα[τ]ει[νὴν] |
Κύζικον ἐγ μοίρας ἤλυθον αἰφνιδίω[ς]· | |
Νύνφη δ’ ὠδίνεσσι λίπον φάος Ἡδέ[α τε]ρπν[όν], | |
παῖς Γλυκέας, ἐτέων ἐν δυσὶν ἐνν[εά]σιν· | |
5 | οὐ γὰρ ἔφυ πάτρας ἱκανὸς πό[θ]ος, ἀλλ’ ἔ̣τ̣[ι] δα[ίμων] |
μητρὶ γόους ἐπ’ ἐμοῖς π̣ήμασιν̣ [ἠ]γάγετ[ο]. |