[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 3.Jh.n.Chr. — IK 18,513
1 | ἤμην στολάρχης ποντίων βελῶν ἐγώ, |
<ἑ>ξηρέτμοις πτέρυξιν ἠγ<λ>αϊσμένος, | |
ἀνὰ στρατὸν Κρισπεῖνος εὐκλεὴς ἀνήρ· | |
Ῥάβεννα δ’ ἦν μοι πατρίς, ἀρχαία πόλις· | |
5 | ἔγνως, τίς ἤμην κα<ὶ π>ό<θ>εν γένος κυρῶ· |
λοιπὸν φυλάσσου, μή τινα ἐνθήσ<ε>ις τάφῳ, | |
δίκην τε ὑφέξις παρανόμως τυμβωρυχῶ[ν] | |
φίσκῳ τε δώσις (δην.) ͵β καὶ <τ>ῇ πόλει (δην.) ͵<α>. |