[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 3.Jh.n.Chr. — IK 18,513
1 ἤμην στολάρχης ποντίων βελῶν ἐγώ,
<ἑ>ξηρέτμοις πτέρυξιν ἠγ<λ>αϊσμένος,
ἀνὰ στρατὸν Κρισπεῖνος εὐκλεὴς ἀνήρ·
Ῥάβεννα δ’ ἦν μοι πατρίς, ἀρχαία πόλις·
5 ἔγνως, τίς ἤμην κα<ὶ π>ό<θ>εν γένος κυρῶ·
λοιπὸν φυλάσσου, μή τινα ἐνθήσ<ε>ις τάφῳ,
δίκην τε ὑφέξις παρανόμως τυμβωρυχῶ[ν]
φίσκῳ τε δώσις (δην.) ͵β καὶ <τ>ῇ πόλει (δην.) ͵<α>.
Search Help
Contact Us