[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 1./2.Jh. n.Chr — IK 18,494
1 ἁ κύρβις ποτὶ σῆμα χρόνου μνημήιόν ἐστ[ι]
πᾶσι καὶ εἰς ἡμᾶς αἶνος ὀφειλόμενος·
οὐ γάρ τις μοι ζῶντι [χό]λον θυμαλγέα [πέσσεν],
λωίτερος γὰρ ἔφυν φροντίσι Καρδια[νῶν]
5 λαῶν θ’ ὅσσοι ἔασιν ἐπὶ χθονός, ἣν π[ερὶ πᾶσαν]
ὠκεανὸς κόλποις ἐνδέδεται ῥοδίοι[ς]·
νωίτερον δέ, ξεῖ[ν]ε, καὶ οὔνομα πρόσθ[ε χαραχθέν]
ἴσθι καὶ εὑρήσεις ἐντὸς ἀκροστιχίδ[ος]·
δὴ γὰρ μοι γενεὴ μὲν ἀφ’ αἵματος ο[ὐρανιώνων],
10 ἥκω δ’ εἰς Ἀίδην ὀγδοάτης δεκά[δος].
Search Help
Contact Us