[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 1./2.Jh. n.Chr — IK 18,494
1 | ἁ κύρβις ποτὶ σῆμα χρόνου μνημήιόν ἐστ[ι] |
πᾶσι καὶ εἰς ἡμᾶς αἶνος ὀφειλόμενος· | |
οὐ γάρ τις μοι ζῶντι [χό]λον θυμαλγέα [πέσσεν], | |
λωίτερος γὰρ ἔφυν φροντίσι Καρδια[νῶν] | |
5 | λαῶν θ’ ὅσσοι ἔασιν ἐπὶ χθονός, ἣν π[ερὶ πᾶσαν] |
ὠκεανὸς κόλποις ἐνδέδεται ῥοδίοι[ς]· | |
νωίτερον δέ, ξεῖ[ν]ε, καὶ οὔνομα πρόσθ[ε χαραχθέν] | |
ἴσθι καὶ εὑρήσεις ἐντὸς ἀκροστιχίδ[ος]· | |
δὴ γὰρ μοι γενεὴ μὲν ἀφ’ αἵματος ο[ὐρανιώνων], | |
10 | ἥκω δ’ εἰς Ἀίδην ὀγδοάτης δεκά[δος]. |