[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız)? — frühe Kaiserzeit — IK 18,243
1                        ΗΑ
                [ἀ]γαθῇ <τ>ύχῃ ∙
           ὑ̣πόμ̣<νη>μα{τ} Ἰου<λ. Ἀ>ρίας ∙
Ἰουλ. Ἀρίαν, γένο(ς) <Αἰγ>υπτίαν ἀπὸ κώμης
5 Θμενταμύρ<ε>ως τοῦ Θεινίτου νομοῦ,
ἐτῶν νβʹ, συμβιώσασάν μοι ἔτη λη̣ʹ, <Ἰ>ου<λ.> Σε-
ρῆνος τριήραρχος κ<λ>άσ(σεως) <π>ρα<ιτ>ωρ(ίας) Μεισηνῶν,
τὴν <γ>λυκυτάτην σύμβιον· εἰ δέ τις τολμήσει
τῷ ταύτης τάφῳ προσ<ελ>θὼν κεινῆσαι <ἢ̣>
10 ὀρύ<ξ>αι, οὐκ ἀ<πώ>σ<ει τ>ὸν ἐπηρτημένον αὐτῷ
κίν<δ>υν<ον>· ἐνκληθ<ή>σε[τ]αι γ<ὰ>ρ <τ>υμβορυχ[ί]-
ας οὐ μόνον, ἀ<λλ>ὰ καὶ κατασχεθήσεται
τῷ ὡρισμένῳ π<ρ>οστείμῳ τοῦ ταμείου (δην.) ͵β,
ἔτ<ι τ>ε καὶ τῷ τῆς πόλεως ὁμοίως (δην.) ͵α.
15
Search Help
Contact Us