[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 37/38 n.Chr. — AM 5,1880,389-90 Nr.1-2
A.1 | [Ποσειδῶνι Ἰ]σθμίωι χαριστήριο[ν τὸ πρὸ] |
[π]ολλοῦ κεχερσωμένον τῶν εὐρεί[πων] | |
[κ]αὶ τῆς λίμνης ἐκ τῶν ἰδίων ἀποκαταστ[ή]- | |
[σ]ασα δαπα[νῶ]ν καὶ τὰ περιέχοντα ἀναλώμ[ατι] | |
5 | [τ]ῶι τ[ε ἑα]υτῆ[ς] καὶ τῶι τοῦ υἱοῦ βασιλέω[ς] Θρά[κης] |
[Ῥ]οιμητάλκαι τοῦ Κότυος καὶ τῶν ἀδελφῶν αὐτ[οῦ] | |
[β]ασιλέως Πόντο[υ] Πο[λ]έμωνος καὶ Κότυος ὀ[ν]ό- | |
ματι Ἀντωνία Τρύφαινα Κότυος βασιλ[έ]ων [καὶ] | |
θυγάτηρ καὶ μήτη[ρ αὐτὴ] βασ[ί]λ[ι]σσα. | |
10 | |
B.1 | εἰλῆ̣[σαι μὲν χέρσος ἔχουσ’] ο[ὔ μ’] ε̣ἴασεν ἄ̣λ̣[μην] |
λᾶαν, [ὃν οὐκ ἄλεγ]εν Κύζικος εἰναλίη· | |
πολλὰ κα̣[κῶς δὲ μόγ]ησα πατασσόμενος ποσσὶ [δ]ήμων, | |
εἰσότε δ[ή ῥα γυν]ὴ νῆσσον ἐκαινοτόμε[ι], | |
5 | καὶ βυθὸς εὐρεί[πω]ν ἐχαράσσετο, καί με Τρύφαινα |
εὑρομένη πόν[το]υ θῆκεν ἄγαλμα θεῶι, | |
σοὶ τὸ σὸν ἕρμα, Ποσειδόν· ἐγὼ δ’ ἁλὸς ἀκλύστοιο | |
στήσομαι εὐρείπων ἔνγυος ἀμφοτέρων. |