1 | εν[— — — — — — — — — — — — — — — — — — κα]- |
ὶ συμπρόε[δροι· ἔδοξεν τῶι δήμωι — — — — —] | |
ας Αἰσχύλου Σ[․․․8․․․․ εἶπεν· περὶ ὧν ἀπαγ]- | |
γέλλει ὁ ἄρχων [περὶ τῶν ἱερῶν ὧν ἔθυεν τῶ]- | |
5 | I [*D]IONU/SWI, TU/XEI A)[GAQEI= DEDO/XQAI TW=I DH/]- |
μωι, τὰ μὲν ἀγαθὰ δέχεσθ[αι τὸν δῆμον, ἃ ἀπα]- | |
γγέλλει ὁ ἄρχων γεγονέν[αι ἐν τοῖς ἱεροῖ]- | |
ς, οἷς ἔθυεν ἐφ’ ὑγιείαι καὶ σωτη[ρίαι τῆς βο]- | |
ULH=S KAI\ TOU= DH/MOU TOU= *)AQHNAI/WN KA[I\ TW=N K]- | |
10 | αρπῶν τῶν ἐν τεῖ χώραι· ἐπειδὴ ὁ ἄρχω[ν τά]- |
ς τε ἄλλας θυσίας τέθυκεν, ὅσας αὐτῶι προσ- | |
ῆκεν, ὑπὲρ τῆς βουλῆς καὶ τοῦ δήμου καλῶς κ- | |
αὶ εὐσεβῶς, ἐπιμεμέληται δὲ καὶ τῆς πομπῆ- | |
[ς] τῶι Δ[ι]ονύσωι μετὰ τῶν παρέδρων καὶ τῶν ἐ- | |
15 | πιμελητῶν, διατελεῖ δὲ καὶ τῶν περὶ τὴν ἀρ- |
χὴν ποιούμενος τὴν ἐπιμέλειαν κατὰ τοὺς | |
νόμους, ἐπαινέσαι τὸν ἄρχοντα Νικίαν Φίλ- | |
ωνος Ὀτρυνέα καὶ τοὺς παρέδρους αὐτοῦ vv | |
Ἀλκίμαχον Κλεοβούλου Μυρρινούσιον v, Ἀν- | |
20 | τιφάνην Πολυκράτου Ὀτρυνέα εὐσεβείας ἕ- |
νεκα καὶ φιλοτιμίας ἣν ἔχοντες διατελοῦ- | |
σιν περὶ τὸν δῆμον τὸν Ἀθηναίων· ἐπαινέσ- | |
αι δὲ καὶ τοὺς τῆς πομπῆς ἐπιμελητὰς v Ἴσα- | |
νδρον Ἐχεδήμου Κυδαθηναιέα, v Μνησίθεον | |
25 | Ἐχεδήμου Κυδαθηναιέα, vv Καλλίθεον Βουλά- |
RXOU *FLUE/[2A]2, *)ANTIFA/THN *EU)QUKRI/TOU *)AZHNIE/A, | |
*KA/LLAISXRON *DIOTI/MOU *PALLHNE/A, &v$ *)AMEINOK- | |
λῆν Ἀντιφάνου Κήττιον, v Ἱέρωνα Φειδύλλου | |
*AI)QALI/DHN, &v$ *KA/LLIPPON *(IPPOQE/RSOU *)AXARNE/- | |
30 | α, v Πολύζηλον Εὐηνορίδου Ἁλαιέα, v Θεογένη- |
ν Ποσειδωνίου Ἀμφιτροπῆθεν· v ἐπαινέσαι δ- | |
ὲ καὶ τὸν πατέρα τῆς κανηφόρου Καλλιφῶντ- | |
α Καλλιφῶντος Ἀθμονέα. v ἀναγράψαι δὲ τόδε | |
τὸ ψήφισμα τὸν γραμματέα τὸν κατὰ πρυτανε- | |
35 | ίαν ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι τεμ- |
ένει τοῦ Διονύσου, εἰς δὲ τὴν ἀναγραφὴν καὶ | |
τὴμ ποίησιν μερίσαι τοὺς ἐπὶ τεῖ διοικήσε- | |
[ι] τὸ γενόμενον ἀνάλωμα. |
IG II²
668