[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — CIG 3671
| 1 | ἡ βουλὴ{ι} τείμεσσεν ἀγασσαμένη τὸν ἀοιδόν |
| Νέστορα καὶ μολπῆς εἵνεκα καὶ βιοτοῦ· | |
| [ε]ἰκόνα <δ’> ἐξετέλεσσεν καὶ εἵσατο πατρίδος ἄρχων | |
| Κορνοῦτος θαλερῆς ἐν τ<ε>μένεσσ<ι> Κόρης· | |
| 5 | ὄφρα καὶ οψίγον<ο>ί περ ἐν ἄστεϊ παῖδες ἔχοιεν |
| σῆμα φιλοξενίας καὶ δέλεαρ σοφίης. |