[ ] Kilikien — Seleukeia am Kalykadnos (Silifke am Gökşu) — ca. 172 n.Chr. — Denkschr.Wien 44,1896/VI,115-116
81 [Κ]υζικηνῶν· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρο-
γένης Πυθομν[ή]στου εἶπεν· ἐ{ι}πειδὴ {²⁶ἐπειδὴ}²⁶ Εὔ[δ]ημ[ο]ς Νίκω-
νος Σελευκεὺς εὔνους καὶ πρόθυμός ἐστι περὶ
τὸν δῆμον καὶ τῶν πολιτῶν πρὸς τ[ο]ὺς ἐντυγχά-
85 νοντας, δεδόχ[θ]αι τῶι δήμωι, ἐπαινέσαι αὐτὸν εὐ-
νοίας ἕνεκα καὶ προθυμίας τῆς εἰς τὸν δῆμον· εἶναι
δὲ αὐτὸν καὶ πρόξενον Κυζικηνῶν καὶ δεδόσθαι αὐ-
τῶι εἰσάφιξιν εἰς Κύζικον καὶ κατ[ὰ] γῆν καὶ κατὰ θα-
λασσ[α]ν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν
90 εἰ[ρ]ήνηι καὶ δίκας προδίκους καὶ ἀτέλειαν ὧν ἂν εἰσάγη-
τα[ι]ἐξάγηται κατὰ τὸν νόμον καὶ προεδρίαν ἐν ἅπα-
σιν τοῖς ἀγῶσιν· τὸν δὲ ἀστυνόμον ἐπιμεληθῆναι,
ὅπως ἂν ἀναγραφῆι εἰς τὴν στήλην τῶν π[ρο]ξέ[νω]ν
Search Help
Contact Us