[ ]
Kilikien — Seleukeia am Kalykadnos (Silifke am Gökşu) — ca. 172 n.Chr. — Denkschr.Wien 44,1896/VI,115-116
81 | [Κ]υζικηνῶν· ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· Ἡρο- |
γένης Πυθομν[ή]στου εἶπεν· ἐ{ι}πειδὴ {²⁶ἐπειδὴ}²⁶ Εὔ[δ]ημ[ο]ς Νίκω- | |
νος Σελευκεὺς εὔνους καὶ πρόθυμός ἐστι περὶ | |
τὸν δῆμον καὶ τῶν πολιτῶν πρὸς τ[ο]ὺς ἐντυγχά- | |
85 | νοντας, δεδόχ[θ]αι τῶι δήμωι, ἐπαινέσαι αὐτὸν εὐ- |
νοίας ἕνεκα καὶ προθυμίας τῆς εἰς τὸν δῆμον· εἶναι | |
δὲ αὐτὸν καὶ πρόξενον Κυζικηνῶν καὶ δεδόσθαι αὐ- | |
τῶι εἰσάφιξιν εἰς Κύζικον καὶ κατ[ὰ] γῆν καὶ κατὰ θα- | |
λασσ[α]ν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ ἐν | |
90 | εἰ[ρ]ήνηι καὶ δίκας προδίκους καὶ ἀτέλειαν ὧν ἂν εἰσάγη- |
τα[ι] ἢ ἐξάγηται κατὰ τὸν νόμον καὶ προεδρίαν ἐν ἅπα- | |
σιν τοῖς ἀγῶσιν· τὸν δὲ ἀστυνόμον ἐπιμεληθῆναι, | |
ὅπως ἂν ἀναγραφῆι εἰς τὴν στήλην τῶν π[ρο]ξέ[νω]ν |