[ ] Mys.: Kyzikene, Kapu Dağ — Çarık Köy [Ab: Kyzikos] — 37 n.Chr. — HellSyll 7,1872/73, 23
1                 ἐπὶ Γαίου Καίσαρος ἱππάρχεω{ι}, Θαργηλιῶνος θʹ·
ἔδοξεν τῶι δήμωι, εἰσηγησαμένων τῶν ἀρχόντων πάντων, γραμματεὺς βουλῆς Αἴολος Αἰόλου Οἴνοψ μέσης ἐπὶ
Μηνοφῶντος εἶπεν· ἐπεὶ ὁ νέος Ἥλιος Γάιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς συναναλάμψαι ταῖς ἰδίαις αὐγαῖς καὶ
τὰς δορυφόρους τῆς ἡγεμονίας ἠθέλεσεν βασιλήας, ἵνα αὐτοῦ τὸ μεγαλεῖον τῆς ἀθανασίας καὶ ἐν τούτωι σεμνότε-
5 ρον ᾖ, βασιλέων, κἂν πάνυ ἐπινοῶσιν, εἰς εὐχαριστίαν τηλικούτου θεοῦ εὑρεῖν ἴσας ἀμοιβὰς οἷς εὐεργέτηνται μὴ δυ-
ναμέων, τοὺς Κότυος δὲ παῖδας Ῥοιμητάλκην καὶ Πολέμονα καὶ Κότυν συντρόφους καὶ ἑταίρους ἑαυτῶι γεγο-
νότας εἰς τὰς ἐκ πα<τέρ>ων καὶ προγόνων αὐτοῖς ὀφειλομένας ἀποκαθέστακεν βασιλείας· οἱ <δὲ> τῆς ἀθανάτου
XA/RITOS TH\N A)FQONI/AN KARPOU/MENOI TAU/THI TW=N PA/LAI MEI/ZONES, O(/TI OI( ME\N PARA\ PATE/RWN DIADOXH=S E)/SXON, OU(=TOI
δ’ ἐ<κ> τῆς Γαίου Καίσαρος χάριτος εἰς συναρχίαν τηλικούτων θεῶν γεγόνασι βασιλεῖς, θεῶν δὲ χάριτες τούτῳ διαφέρου-
10 σιν ἀνθρωπίνων διαδοχῶν, ᾧ ἢ νυκτὸς ἥλιος καὶ τὸ ἄφθαρτον θνητῆς φύσεως· μεγάλων οὖν γεγονότες μείζονες
καὶ λαμπρῶν θαυμασιώτεροι εἰς τὴν ἡμετέραν παραγείνονται πόλιν Ῥοιμητάλκης καὶ Πολέμων, συνιερουργήσον-
τες καὶ συνεορτάσοντες τῆι μητρὶ, ἐπιτελούσῃ τοὺς τῆς θεᾶς νέας Ἀφροδείτης Δρουσίλλης ἀγῶνας, οὐχ ὡς
εἰς φίλην μόνον, ἀλλὰ καὶ ὡς εἰς γνησίαν πατρίδα, ὅτι καὶ ἡ βασιλέων μὲν θυγάτηρ, βασιλέων δὲ μήτηρ, ἡ μήτηρ
αὐτῶν Τρύφαινα, ταύτην ἡγημένη πατρίδα, οἴκου τε τὸ ἐφέστιον καὶ βίου τὸ εὐτυχὲς ἀνεμεσήτοις ἐνευδαιμο-
15 νησουσα τέκνων βασιλείαις ἐνταῦθα ἵδρυται· ὁ δὲ δῆμος, ἡδίστην ἡγούμενος τὴν ἐνδημίαν αὐτῶν, μετὰ πάσης
προθυμίας προσέταξε τοῖς ἄρχουσι ψήφισμα ὑπαντήσεως εἰσηγήσασθαι αὐτοῖς, δι’ οὗ εὐχαριστήσουσι μὲν ἐ-
π’ αὐτῶν τῆι μητρὶ αὐτῶν Τρυφαίνηι, ὑπὲρ ὧν εὐεργετεῖν βεβούληται τὴν πόλιν φανερ<ὰ>ν δὲ καὶ τὴν τοῦ δή-
μου εἰς αὐτοὺς ποιήσονται διάθεσιν· δεδόχθαι τῶι δήμωι ἐπῃνῆσθαι μὲν τοὺς βασιλεῖς Ῥοιμητάλκην καὶ Πο-
λέμωνα καὶ Κότυν καὶ τὴν μητέρα αὐτῶν Τρύφαινα, ὑπὸ δὲ τὴν εἴσοδον αὐτῶν τοὺς μὲν ἱερεῖς καὶ τὰς ἱερείας, ἀνοί-
20 ξαντας τὰ τεμένη καὶ προσκοσμήσαντας τὰ ξόανα τῶν θεῶν, εὔξασθαι μὲν ὑπὲρ τῆς Γαίου Καίσαρος αἰωνίου δια-
μονῆς καὶ τῆς τούτων σωτηρίας· Κυζικηνοὺς δὲ πάντας ἐνδ<ε>ικνυμένους τὴν εἰς αὐτοὺς εὔνοιαν, ὑπαντήσαντας
μετὰ τῶν ἀρχόντων καὶ τῶν στεφανηφόρων, ἀσπάσασθαί τε καὶ συνησθῆναι καὶ παρακαλεῖν αὐτοὺς ἰδίαν ἡγεῖσθαι πατρίδα τὴν
πόλιν καὶ παντὸς αἰτίους γείνεσθαι αὐτῇ ἀγαθοῦ· ἀγαγεῖν δὲ ἐπὶ τὴν ὑπάντησιν καὶ τὸν ἐφήβαρχον τοὺς ἐφήβους καὶ τὸν
παιδονόμον τοὺς ἐλευθέρους παῖδας· τὸ δὲ ψήφισμα εἶναι περὶ τ’ εὐσεβείας τῆς εἰς τὸν Σεβαστὸν καὶ τῆς εἰς τοὺς
25 βασιλέας τειμῆς.
Search Help
Contact Us