[ ]
Mys.: Kyzikene, Kapu Dağ — Çarık Köy [Ab: Kyzikos] — 37 n.Chr. — HellSyll 7,1872/73, 23
1 | ἐπὶ Γαίου Καίσαρος ἱππάρχεω{ι}, Θαργηλιῶνος θʹ· |
ἔδοξεν τῶι δήμωι, εἰσηγησαμένων τῶν ἀρχόντων πάντων, γραμματεὺς βουλῆς Αἴολος Αἰόλου Οἴνοψ μέσης ἐπὶ | |
Μηνοφῶντος εἶπεν· ἐπεὶ ὁ νέος Ἥλιος Γάιος Καῖσαρ Σεβαστὸς Γερμανικὸς συναναλάμψαι ταῖς ἰδίαις αὐγαῖς καὶ | |
τὰς δορυφόρους τῆς ἡγεμονίας ἠθέλεσεν βασιλήας, ἵνα αὐτοῦ τὸ μεγαλεῖον τῆς ἀθανασίας καὶ ἐν τούτωι σεμνότε- | |
5 | ρον ᾖ, βασιλέων, κἂν πάνυ ἐπινοῶσιν, εἰς εὐχαριστίαν τηλικούτου θεοῦ εὑρεῖν ἴσας ἀμοιβὰς οἷς εὐεργέτηνται μὴ δυ- |
ναμέων, τοὺς Κότυος δὲ παῖδας Ῥοιμητάλκην καὶ Πολέμονα καὶ Κότυν συντρόφους καὶ ἑταίρους ἑαυτῶι γεγο- | |
νότας εἰς τὰς ἐκ πα<τέρ>ων καὶ προγόνων αὐτοῖς ὀφειλομένας ἀποκαθέστακεν βασιλείας· οἱ <δὲ> τῆς ἀθανάτου | |
χάριτος τὴν ἀφθονίαν καρπούμενοι ταύτηι τῶν πάλαι μείζονες, ὅτι οἱ μὲν παρὰ πατέρων διαδοχῆς ἔσχον, οὗτοι | |
δ’ ἐ<κ> τῆς Γαίου Καίσαρος χάριτος εἰς συναρχίαν τηλικούτων θεῶν γεγόνασι βασιλεῖς, θεῶν δὲ χάριτες τούτῳ διαφέρου- | |
10 | σιν ἀνθρωπίνων διαδοχῶν, ᾧ ἢ νυκτὸς ἥλιος καὶ τὸ ἄφθαρτον θνητῆς φύσεως· μεγάλων οὖν γεγονότες μείζονες |
καὶ λαμπρῶν θαυμασιώτεροι εἰς τὴν ἡμετέραν παραγείνονται πόλιν Ῥοιμητάλκης καὶ Πολέμων, συνιερουργήσον- | |
τες καὶ συνεορτάσοντες τῆι μητρὶ, ἐπιτελούσῃ τοὺς τῆς θεᾶς νέας Ἀφροδείτης Δρουσίλλης ἀγῶνας, οὐχ ὡς | |
εἰς φίλην μόνον, ἀλλὰ καὶ ὡς εἰς γνησίαν πατρίδα, ὅτι καὶ ἡ βασιλέων μὲν θυγάτηρ, βασιλέων δὲ μήτηρ, ἡ μήτηρ | |
αὐτῶν Τρύφαινα, ταύτην ἡγημένη πατρίδα, οἴκου τε τὸ ἐφέστιον καὶ βίου τὸ εὐτυχὲς ἀνεμεσήτοις ἐνευδαιμο- | |
15 | νησουσα τέκνων βασιλείαις ἐνταῦθα ἵδρυται· ὁ δὲ δῆμος, ἡδίστην ἡγούμενος τὴν ἐνδημίαν αὐτῶν, μετὰ πάσης |
προθυμίας προσέταξε τοῖς ἄρχουσι ψήφισμα ὑπαντήσεως εἰσηγήσασθαι αὐτοῖς, δι’ οὗ εὐχαριστήσουσι μὲν ἐ- | |
π’ αὐτῶν τῆι μητρὶ αὐτῶν Τρυφαίνηι, ὑπὲρ ὧν εὐεργετεῖν βεβούληται τὴν πόλιν φανερ<ὰ>ν δὲ καὶ τὴν τοῦ δή- | |
μου εἰς αὐτοὺς ποιήσονται διάθεσιν· δεδόχθαι τῶι δήμωι ἐπῃνῆσθαι μὲν τοὺς βασιλεῖς Ῥοιμητάλκην καὶ Πο- | |
λέμωνα καὶ Κότυν καὶ τὴν μητέρα αὐτῶν Τρύφαινα, ὑπὸ δὲ τὴν εἴσοδον αὐτῶν τοὺς μὲν ἱερεῖς καὶ τὰς ἱερείας, ἀνοί- | |
20 | ξαντας τὰ τεμένη καὶ προσκοσμήσαντας τὰ ξόανα τῶν θεῶν, εὔξασθαι μὲν ὑπὲρ τῆς Γαίου Καίσαρος αἰωνίου δια- |
μονῆς καὶ τῆς τούτων σωτηρίας· Κυζικηνοὺς δὲ πάντας ἐνδ<ε>ικνυμένους τὴν εἰς αὐτοὺς εὔνοιαν, ὑπαντήσαντας | |
μετὰ τῶν ἀρχόντων καὶ τῶν στεφανηφόρων, ἀσπάσασθαί τε καὶ συνησθῆναι καὶ παρακαλεῖν αὐτοὺς ἰδίαν ἡγεῖσθαι πατρίδα τὴν | |
πόλιν καὶ παντὸς αἰτίους γείνεσθαι αὐτῇ ἀγαθοῦ· ἀγαγεῖν δὲ ἐπὶ τὴν ὑπάντησιν καὶ τὸν ἐφήβαρχον τοὺς ἐφήβους καὶ τὸν | |
παιδονόμον τοὺς ἐλευθέρους παῖδας· τὸ δὲ ψήφισμα εἶναι περὶ τ’ εὐσεβείας τῆς εἰς τὸν Σεβαστὸν καὶ τῆς εἰς τοὺς | |
25 | βασιλέας τειμῆς. |