[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — Ende 1.Jh.v.Chr.? — Mber Berlin 1860,493-95 Nr.1
1 ἐπὶ Πεισ[ιδήμου·                    τετ]ράδι φ[θ]ίνοντος·
ἔδ[οξε]ν τ[ῇ βουλῇ καὶ τῷ δήμῳ· Ἀπολλώνιος Θε]οφίλου εἶπεν·
ἐπεὶ [Ἀπολλώνιος Ἀπολλοφάνου φησὶν κα]τεσκευασμένου
πίνακος [εἰκονικοῦ Κλειδίκης τῆς Ἀσκληπ]ιάδου ἀξιοῦν δοθῆ-
5 να[ι τ]όπον εἰς ἀ[νάστασιν αὐτοῦ] ἐν τῷ ἱερῷ [τ]ῆς Μητρὸς τῆς Πλακι-
ανῆς ἐν τῷ παρθενῶνι· δεδόχθαι τῷ δ[ή]μῳ· δεδοκιμάσθαι τε τὸν
πίνακα καὶ συνκεχωρῆσθαι αὐτῷ τὸν τόπο[ν] καθάπερ ἀξιοῖ, ἐξεῖναι δὲ
αὐτῷ καὶ ἐπιγράψαι τῶν ἀνατιθέντων τὰ ὀν[ό]ματα πατρόθεν
καὶ ὅτι κοσμοφυλακήσαντες ἀνέθηκαν Ἀπολ[λ]ώνιος Ἀπολλοφάνου,
10 *PRACI/AS *EU)QUKRA/TOU, *)ARTEMI/DWROS *(HRW/DOU, [*)A]POLLOFA/NHS *)APOLLOFA/NOU
τοῦ Μενεκλείο[υς], Μενέλαος Ἀπολλωνίου, Νικάνω[ρ] Ἀριστολόχου, Μώ[ρ]υχος
Ἀγαθάρχου, Γεργοντ[ί]δης Ἀντιόχου, Νουμήνιος Μενί[σκ]ο[υ], Ἀλέξανδρος Ἀσκλ[ηπ]ιάδου
τοῦ Στρατίππου Κλειδίκην Ἀσκληπιάδου ἱερωμένην Μητρὸς Πλακιανῆς
καὶ Κόρης καὶ Μητρὸς καὶ Ἀρτέμιδος Μουνυχίας [ἀ]ρετῆς ἕνεκεν καὶ εὐσεβείας
15                             θεοῖς πᾶσι καὶ θεαῖς.
Search Help
Contact Us