[ ]
Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 37-41 n.Chr. — AM 16,1891,141-144
1 | [ἐπ]ὶ Ἑστιαίου τοῦ Θεμιστώνακτος ἱππάρχεω, Ληναιῶνος ιʹ, |
ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· στρατηγὸς κατὰ πόλιν Ἀπολλώνιος Δημη- | |
τρίου Ἀργαδεὺς μέσης ἐπὶ Θεμιστώνακτος εἶπεν· ἐπειδὴ ἡ κρατίστη καὶ φιλοσέ- | |
βαστος Ἀντωνία Τρύφαινα πᾶσαν ἀεὶ ὁσίαν τῆς εἰς τὸν Σεβαστὸν | |
5 | εὐσεβείας ἐφευρίσκουσα ἐπίνοιαν καὶ τὴν τῆς πόλεως ἡμῶν ἐπισκευὴν |
χαριστῆριον τοῦ Σεβαστοῦ καθωσίωκεν οὐχ ἱστορήσασα ἡμᾶς ὡς παλαιὸν | |
Κυζίκου κτίσμα, [ἀ]λλὰ ἐπιγνοῦσα νέαν Ἀγρίππα χάριν, τά τε συνχωσθέντα τῶν εὐ- | |
ρείπων πρότερον φόβοις πολέμου τῇ τοῦ Σεβαστοῦ συνανοίγνουσ[α] εἰρήνῃ μεγί- | |
στῳ κἀιππιφανεσ(τά)τῳ {²⁶καὶ ἐπιφανεστάτῳ}²⁶ θεῷ [Γαΐῳ] Καίσαρι ἀρχαίαν καὶ προγονικὴν τοῦ γένους αὐτοῦ νεω- | |
10 | κόρον ἐπανακτωμένη πόλιν· ὁ δὲ δῆμος αὐτῆς τὴν πρὸς τὸν Σεβαστὸν οἶκον θαυμά- |
σας εὐσέβειαν καὶ τῆς ἀδιαψεύστου ἐπὶ τῷ παιδὶ τῶν ἐντολῶν μνήμῃ Ῥοιμητάλκᾳ | |
βασιλεῖ Κότυος υἱῷ ἀποδεξάμενος ἀ<λ>είπτοις ἐκείνου τῆς ἐπιθυμίας βουλήμασιν | |
καὶ τεθν<ε>ῶτος ἐνέζηκεν ἡ τῶν σπουδασθέντων μνήμη πολλὴν εἰση- | |
νένκατο σπουδὴν, ὅπως μὴ τὸ πολυδάπανον αὐτῆς τῶν κατασκευαζομέ- | |
15 | νων ἔργων [αἱ] περὶ τὴν ἀγορὰν ἐνποδίσωσι δυσφημίαι, ἐκ παντὸς αὐτῆς βουλομένης |
τῇ τῶν ἰδίων ἀναλωμάτων δαψειλίᾳ ἀνεπιβάρητον περὶ τὴν ἀγορὰν μεῖναι τὴν εὐε- | |
τηρίαν, καὶ ταῦτα παρεσκευασμένης ἐκ τῶν ἰδίων τοῖς ὑπηρετοῦσιν ἀνενλιπῆ παρασ- | |
χεῖν τὴν ἀγοράν· δι’ ἃ δὴ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, τούς τε ἄρχοντας καὶ στε- | |
φανηφόρους πάντας συνεπισχύειν τοῖς ἀγορανόμοις, ὅπως ἐν ταῖς αὐταῖς πᾶσα ἡ ἀγο- | |
20 | ρὰ πάντων μένῃ τειμαῖς, καὶ μηδὲ εἷς τῶν πιπρασκόντων τι κατὰ μηδένα τρόπον |
πλείονος ἐπιβάλληται πιπράσκειν τῆς ἐνεστώσης τειμῆς· τὸν δὲ κακουργοῦντ[α πε]- | |
ρ<ὶ τ>ὴν κοινὴν τῆς πόλεως εὐετηρίαν καὶ παραφθίραντά τι τὴν ἀγορὰν τῶν ὠ[νί]- | |
ων [ὡ]ς κοινὸν τῆς πόλεως λυμεῶνα ἐπάρατον εἶναι ζημιοῦσθαί τε ὑπὸ τῶν [ἀρχόν]- | |
των, καὶ ἀναχθέντα εἰς τὸν δῆμον ἐὰν μὲν πολείτης ᾖ, ἀποξενοῦσθαι, ἐ[ὰν δὲ ξέ]- | |
25 | νος ἢ μέτοικος, καὶ τῆς πόλεως εἴργεσθαι, τό τε ἐργαστήριον αὐτοῦ σ̣ανι̣δίοι[ς] |
προσηλοῦσθαι, ἄχρι οὗ συντελεσθῇ τὸ ἔργον, ἔχον καὶ τὴν τῆς ζημίας ἐπιγραφή[ν]· | |
τοὺς δὲ ἐκ σπουδῆς τε καὶ εὐνοίας ταῖς τῶν ἔργων ἑαυτοὺς ἐνπαρασχόντας ὑπηρεσία[ις τε]- | |
χνείτας τε καὶ ἐπιστ<άτ>ας καὶ ἀρχιτέκτονας μαρτυρηθέντας ὑπὸ τῆς σεμνοτάτης Τρυφαίν[ης με]- | |
τὰ τὴν τελεί<ω>σιν τοῦ ἔργου καὶ τῆς παρὰ τῷ δήμῳ τυχεῖν ἀπο<δο>χῆς· προσκαταστῆσαι δὲ κα[ὶ] |