[ ] Mys.: Kyzikene, Kapu Dağ — Kyzikos (Belkız) — 37-41 n.Chr. — AM 16,1891,141-144
1 [ἐπ]ὶ Ἑστιαίου τοῦ Θεμιστώνακτος ἱππάρχεω, Ληναιῶνος ιʹ,
ἔδοξεν τῇ βουλῇ καὶ τῷ δήμῳ· στρατηγὸς κατὰ πόλιν Ἀπολλώνιος Δημη-
τρίου Ἀργαδεὺς μέσης ἐπὶ Θεμιστώνακτος εἶπεν· ἐπειδὴ ἡ κρατίστη καὶ φιλοσέ-
βαστος Ἀντωνία Τρύφαινα πᾶσαν ἀεὶ ὁσίαν τῆς εἰς τὸν Σεβαστὸν
5 εὐσεβείας ἐφευρίσκουσα ἐπίνοιαν καὶ τὴν τῆς πόλεως ἡμῶν ἐπισκευὴν
χαριστῆριον τοῦ Σεβαστοῦ καθωσίωκεν οὐχ ἱστορήσασα ἡμᾶς ὡς παλαιὸν
Κυζίκου κτίσμα, [ἀ]λλὰ ἐπιγνοῦσα νέαν Ἀγρίππα χάριν, τά τε συνχωσθέντα τῶν εὐ-
ρείπων πρότερον φόβοις πολέμου τῇ τοῦ Σεβαστοῦ συνανοίγνουσ[α] εἰρήνῃ μεγί-
στῳ κἀιππιφανεσ(τά)τῳ {²⁶καὶ ἐπιφανεστάτῳ}²⁶ θεῷ [Γαΐῳ] Καίσαρι ἀρχαίαν καὶ προγονικὴν τοῦ γένους αὐτοῦ νεω-
10 κόρον ἐπανακτωμένη πόλιν· ὁ δὲ δῆμος αὐτῆς τὴν πρὸς τὸν Σεβαστὸν οἶκον θαυμά-
σας εὐσέβειαν καὶ τῆς ἀδιαψεύστου ἐπὶ τῷ παιδὶ τῶν ἐντολῶν μνήμῃ Ῥοιμητάλκᾳ
βασιλεῖ Κότυος υἱῷ ἀποδεξάμενος ἀ<λ>είπτοις ἐκείνου τῆς ἐπιθυμίας βουλήμασιν
καὶ τεθν<ε>ῶτος ἐνέζηκεν ἡ τῶν σπουδασθέντων μνήμη πολλὴν εἰση-
νένκατο σπουδὴν, ὅπως μὴ τὸ πολυδάπανον αὐτῆς τῶν κατασκευαζομέ-
15 νων ἔργων [αἱ] περὶ τὴν ἀγορὰν ἐνποδίσωσι δυσφημίαι, ἐκ παντὸς αὐτῆς βουλομένης
TH=| TW=N I)DI/WN A)NALWMA/TWN DAYEILI/A| A)NEPIBA/RHTON PERI\ TH\N A)GORA\N MEI=NAI TH\N EU)E-
τηρίαν, καὶ ταῦτα παρεσκευασμένης ἐκ τῶν ἰδίων τοῖς ὑπηρετοῦσιν ἀνενλιπῆ παρασ-
χεῖν τὴν ἀγοράν· δι’ ἃ δὴ δεδόχθαι τῇ βουλῇ καὶ τῷ δήμῳ, τούς τε ἄρχοντας καὶ στε-
φανηφόρους πάντας συνεπισχύειν τοῖς ἀγορανόμοις, ὅπως ἐν ταῖς αὐταῖς πᾶσα ἡ ἀγο-
20 ρὰ πάντων μένῃ τειμαῖς, καὶ μηδὲ εἷς τῶν πιπρασκόντων τι κατὰ μηδένα τρόπον
πλείονος ἐπιβάλληται πιπράσκειν τῆς ἐνεστώσης τειμῆς· τὸν δὲ κακουργοῦντ[α πε]-
ρ<ὶ τ>ὴν κοινὴν τῆς πόλεως εὐετηρίαν καὶ παραφθίραντά τι τὴν ἀγορὰν τῶν ὠ[νί]-
ων [ὡ]ς κοινὸν τῆς πόλεως λυμεῶνα ἐπάρατον εἶναι ζημιοῦσθαί τε ὑπὸ τῶν [ἀρχόν]-
των, καὶ ἀναχθέντα εἰς τὸν δῆμον ἐὰν μὲν πολείτης ᾖ, ἀποξενοῦσθαι, ἐ[ὰν δὲ ξέ]-
25 νος ἢ μέτοικος, καὶ τῆς πόλεως εἴργεσθαι, τό τε ἐργαστήριον αὐτοῦ σ̣ανι̣δίοι[ς]
προσηλοῦσθαι, ἄχρι οὗ συντελεσθῇ τὸ ἔργον, ἔχον καὶ τὴν τῆς ζημίας ἐπιγραφή[ν]·
τοὺς δὲ ἐκ σπουδῆς τε καὶ εὐνοίας ταῖς τῶν ἔργων ἑαυτοὺς ἐνπαρασχόντας ὑπηρεσία[ις τε]-
χνείτας τε καὶ ἐπιστ<άτ>ας καὶ ἀρχιτέκτονας μαρτυρηθέντας ὑπὸ τῆς σεμνοτάτης Τρυφαίν[ης με]-
τὰ τὴν τελεί<ω>σιν τοῦ ἔργου καὶ τῆς παρὰ τῷ δήμῳ τυχεῖν ἀπο<δο>χῆς· προσκαταστῆσαι δὲ κα[ὶ]
Search Help
Contact Us