[ ]
Mys.: Kyzikene, Propontisinseln — Prokonnesos (Marmara Ada): Kefali — römisch? — Neos Hellenomnemon 1,1904,275-276 Nr.8
1 | καὶ τίνα σ’, ὦ δάμαρ, μυθήσομαι ἄξιον ὕμνον, | |
τίπτε δέ σευ πρῶτον μνήσομαι ἢ πύματον, | | |
πίστιν ἀμεμφέα ἠδ’ ἀρετὴν, λέχος, αἷμα φίλανδρον, | | |
εὐρύνοον σοφίην, στέμμα σαοφροσύνης; | | |
5 | τοὔνεκα σοὶ καὶ ἐμοὶ πολυεργέα τάφον ἔτευξα, | |
ὄφρα τις ἀμφοτέρων μνήσαιτ’ ἐν ὀψιγόνοις, | | |
ἄλλυτον, αὐτόστυλον, ἐΰξοον, αὐτοροφόν τε | | |
νηὸν, ἄγαλμα, τάφον, σῆμα πολυφραδίης· | | |
ἂν δ’ ἔργον δοιοῖς ὑπὸ λάεσι τόσσα τεχνήσας | | |
10 | ἔστησεν Βασιλεὺς Οὐρβίκῃ Εἰκονίῳ. | |