[ ] Att. — non-stoich. — 282/1
See also:
1 [ἐπὶ Νικίου ἄρχοντος] Ὀτρυνέ[ως ἐπὶ τῆς — — — δος ἕκτ]-
ης πρυτανείας, ἧι Ἰσοκράτης Ἰσοκρά[του Ἀλωπεκῆ]θεν ἐ[γ]-
ραμμάτευεν· Ποσιδεῶνος ἑν[δεκ]άτει, δω[δεκά]τει τῆς π[ρ]-
υτανείας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζε Μ[νη]-
5 σίστρατος Σωσίππου Κυδαθηναιεὺς καὶ συνπρόεδρο[ι]·
ἔδοξεν τεῖ βουλεῖ καὶ τῶι δήμωι· vv Φύτιος Παμφίλου Θορ[ίκ]-
[ι]ος εἶπεν· ἐπειδὴ Στ̣ρόμβιχος στρατευόμενος πρότερο[ν]
παρὰ Δημητρίωι καὶ καταλειφθεὶς ἐν τῶι ἄστει μετὰ Σ[πι]-
νθάρου, λαβόντος τοῦ δήμου τὰ ὅπλα ὑπὲρ τῆς ἐλευθ[ερ]-
10 [ί]ας καὶ παρακαλοῦ[ν]τος καὶ τοὺς στρατιώτας τίθεσθα[ι π]-
ρὸς τὴμ πόλιν ὑπήκουσεν τῶι δήμωι εἰς τὴν ἐλευθερίαν [κ]-
[α]ὶ ἔθετο τὰ ὅπλα μετὰ τῆς πόλεως οἰόμενος δεῖν μὴ ἐνίσ[τ]-
ασθαι τῶι τῆς πόλεως συμφέροντι ἀλλὰ συναίτιος γενέσ[θ]-
[α]ι τεῖ σωτηρίαι, συνεπολιόρκει δὲ καὶ τὸ Μουσ[εῖ]ον μετὰ [το]-
15 ῦ δήμου καὶ συντ[ε]λεσθέ[ντ]ων τεῖ πόλει τῶν πρ[α]γμάτω[ν κ]-
AI\ TA\S LOIPA\S XREI/AS A)PROFASI/STWS PARASXO/MENO[S DIAT]-
ετέλεκεν καὶ διαμεμένηκεν ἐν τεῖ τοῦ δήμου εὐ[νοίαι, κα]-
ὶ τοῦ πολέμου γενομένου [ἀ]νὴρ ἀγα[θὸ]ς ἦ[ν περὶ τὸν δῆμον κ]-
[αὶ] ἀγωνιζόμενος ὑπ[ὲρ αὐτοῦ ἐποίησεν ὅσα παραγγέλλοι ὁ σ]-
20 [τρατη]γὸς κ[αὶ etc. {²=667 v. 9-26}² ]
Search Help
Contact Us