[ ] Mys.: Aisepos — Artemis Thermaia (Gönen) — IK 18,525; Peek, GV I Nr.1439
1            ὑπόμνημα
[Ν]ικηφόρου τοῦ Μοσχίου ὃ [κατεσκεύ]-
[α]σεν ἑαυτῷ ζῶν καὶ τῇ γυναικ[ὶ αὑτοῦ]
Γλυκωνίδι· ἐὰν δέ τις ἐπεμ[βάλῃ πτῶ]-
5 μά τι χωρὶς τῆς ἐμῆς συνχωρή[σεως, δώ]-
σει τῇ πόλει (δην.) ͵βφʹ καὶ ὑπεύθυ[νος ἔσται]
τῷ τῆς τυνβωρυχίας ἐνκλή[ματι]·
 ὀκταέτους εὐνῆς, εὐκάρπια<ν> ᾗ̣τ̣’ ἐπένησε |
  Μοῖρα, τόδ’ ἀΐδιον μνῆμά σοι ἐργασ[άμ]ην, |
10  οὐ λήθῃ παραδοὺς τὰ σά· μοὶ φιλέο̣ν̣τ̣ι̣ [π]ά̣[ρε]ι̣σ̣ι̣ |
  κάλλος, ἀκμή, πίστις, σωφροσύνη̣, σ̣ο̣[φί]α, |
 ὧν ἔσχον πε<ῖ>ραν Νε<ι>κηφόρος ὡς <ἐν> ὀνείρο[ις]· |
  δαίμων γάρ σε χερῶν ἥρπασεν ἀ̣ε̣ρίην̣. |
Search Help
Contact Us