[ ] Mys.: Granikos mit Pariane — Çançavuş — 1.Jh.n.Chr.? — LBW 1745; Peek, GV I Nr.1160
1 ὁ χῶρος ὁ Μοττιανῶν
ὁ χῶρος ὁ Βαιστεανῶν
ὁ χῶρος ὁ Τρινοιξειτῶν
ὁ χῶρος ὁ Ἀγεανῶν
5 ὁ χῶρος [ὁ ․․․]δ]νῶν
ὁ χῶρος ὁ Ἰ[λ]βειτηνῶν
[χῶρος ὁ ․․c.7-12․․]
[χῶρος ὁ ․․c.7-12․․]
[χῶρος ὁ ․․c.7-12․․]
10 ὁ χῶρος ὁ Ὑχαντηνῶν.
[ἐκλ]εκτῆς [π]ό̣λ̣ε̣[ως –⏑⏑ –⏑⏑ – με πολίτην]
[ –⏑⏑ –⏑⏑ – –⏑⏑ –⏑⏑ –]
[δὶς] | δέκα καὶ δύο̣ ἐτῶν γεγενημένων· ἐν δὲ λίθῳ μου
τοὔνομα [δυ]στήν[ου] γ̣ρ̣α̣[ψε πατὴρ  ⏑⏑ –]·
15 [θνήσκω] | δ’ οὐχὶ νό̣σ̣ῳ βεβαρημένος, ἀλλὰ διώξας
ἵππον [ὑπὸ] σπουδῆς ἀ[φν]ιδίως ἔπ̣εσ̣ον·
ο[ὐδέ γ’ ἐθάλφθην] | χερσὶ πατρὸς καὶ μητρὸς ὁ τλ̣ήμων
κείμενος ἡμιθανὴς [κ]ο[ὐθ]ενὸ̣ς ἐν[τετυχώς]·
[τόνδ’ ἄρα, μῆτερ, ἐ]|μοῦ δέξα[ι] λόγον ἀντὶ τροφ̣ήων,
20 ὧν ἔκαμες, σφαλερὰ Μο[ῖρ]α δ’ ἐ[πηντί]ασε·
ἔ̣π̣λ̣ε̣τ̣ο δ’ οὐ [γονέων] | τειμᾶς χάρις, οὔτε γε πάππωι
βαιὸν ἐμ̣ῇ̣ τ̣έ̣φ̣ρη̣ι βῶλον ἐπισκ̣εδάσ[αι]
α[ἴ]σι̣μ̣ον· [ὧ]ν̣ γ̣ὰρ ἔδει μ̣’ ἀπὸ σ[ῶν γε χερῶν] | στεφαν̣οῦσθαι,
σύνπαν πλῆθος ἐμὸν τύμβον ἔχευ̣ε τότε·
25 καὶ τοκ̣έες δ̣ει[λοὶ ⏑⏑ – ⏑⏑]|πο[ις ἐ]γ̣ο̣ῶ̣ντο
τοὐμοῦ πανκλαύστου δαίμονος, ὡς ἀδικοῖ·
ἀνθ’ υἱοῦ γὰρ νῦν, ὃς [⏑ –⏑|⏑ – κατ]ὰ γ̣ῆ̣ρ̣ας,
εἰκὼ ἔ̣χ̣[ουσ]ι τ̣ύπ̣ων, οὐ τέκνον, ἀλλ[ὰ λί]θον̣.
Search Help
Contact Us