[ ] Ionien — Didyma [Ad: Ländereien der Laodike zw. Zeleia u. Priapos] — 254/253 v.Chr. — Didyma II 492
A(19).1 [․․․․․․․․․․24-28․․․․․․․․․․․ στή]λ̣η[․ ἀντίγραφον τοῦ]
[προστάγματος τοῦ γραφέ]ντος ὑφ’ αὐτο̣[ῦ         ]
[․․․․․․․․․22-26․․․․․․․․․․] τοῖς δὲ ἄλλοις [
[․․․․․․17-19․․․․․․․ θεῖν]αι τὰς στήλας ἐντ[          ]
5 [․․․․12-14․․․․ κ]α̣ὶ ἐπακολουθήσας τῇ παρὰ το[ῦ βα]-
[σιλέω]ς ἐπιστολῆι ἀπέγδοσιν ποίησαι καὶ σύντα̣[ξον]
[ἀν]αγράψαι τήν τε πρᾶσιν καὶ τὸν περιορισμὸν εἰς [στ]-
ήλας λιθίνας δύο, καὶ τούτων θεῖναι τὴμ μὲν μ[ίαν]
ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, τὴ[ν] δὲ ἑτέρ[αν]
10 ἐν Διδύμοις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνά̣[λω]-
μα τὸ ἐσόμενον εἰς ταῦτα δοῦναι ἐκ τοῦ βασιλικο̣[ῦ]·
ἵνα δὲ στηλωθῆι τὴν ταχίστην, ἐπιμελές σοι γεν[έ]-
σθω, καὶ ὡς ἂν συντελεσθῆι, γράψον καὶ ἡμῖν· ἐπεστά[λ]-
καμεν δὲ καὶ Τιμοξένωι τῶι βυβλιοφύλακι καταχω[ρί]-
15 σαι τὴν ὠνὴν καὶ τὸν περιορισμὸν εἰς τὰς βασιλικὰς γρα̣-
φὰς τὰς ἐν Σάρδεσιν, καθάπερ ὁ βασιλεὺς γέγραφε̣ν̣.
B(18).17 Δαισίου· βασιλεὺς Ἀντίοχος Μητροφάνει χαίρειν· πεπ[ρά]-
καμεν Λαοδίκηι Πάννου κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσο[ῦ]-
σαν χώραν τῆι κώμηι, ὅρος τῆι τε Ζελειτίδι χώραι καὶ τῆι Κυζικ̣-
20 [ην]ῆι καὶ τῆι ὁδῶι τῆι ἀρχαίαι,ἣ ἦμ μὲν ἐπάνω Πάννου κώμης, συ-
νηροτρία̣τ̣α̣[ι δὲ ὑπὸ τ]ῶ̣ν γεωργούντων πλησίον ἕνεκεν τοῦ ἀ-
ποτεμέσθαι τὸ χω̣ρ̣ί̣ο̣ν̣, τ̣ὴ̣μ̣ μ̣ὲ̣ν̣ Π̣ά̣ν̣[νου κώμην ὑπ]ά̣ρχουσαν συμβαί-
νει ὕστερον γεγενῆσθαι, καὶ εἴ τινες εἰς τὴν χώ[ρα]ν ταύτην ἐμ[πί]-
πτουσιν τόποι καὶ τοὺς ὑπάρχοντας αὐτό[θι λ]α̣ο̣ὺ[ς πα]-
25 νοικίους σὺν τοῖς ὑπάρχουσιν πᾶσιν καὶ σὺν ταῖς τοῦ [ἐ]-
νάτου καὶ πεντηκοστοῦ ἔτους προσόδοις, ἀρ[γυ]-
ρίου ταλάντων τριάκοντα, ὁμοίως δὲ καὶ εἴ τινες ἐ-
[κ] τῆς κώμης ταύτης ὄντες λαοὶ μετεληλύθασιν εἰς ἄλλου-
ς τόπους·ἐφ’ ὧι οὐθὲν ἀποτελεῖ εἰς τὸ βασιλικὸν καὶ κυρία ἔ[σ]-
30 ται προσφερομένη πρὸς πόλιν, ἣν ἂν βούληται· κατὰ ταὐτὰ δ[ὲ]
καὶ οἱ παρ’ αὐτῆς πριάμενοι ἢ λαβόντες αὐτοί τε ἕξου-
σιν κυρίως καὶ πρὸς πόλιν προσοίσονται, ἣν ἂν βούλω[ν]ται,
ἐάμπερ μὴ Λαοδίκη τυγχάνει πρότερον προσενηνε-
γμένη πρὸς πόλιν, οὕτω δὲ κεκτήσονται, οὗ ἂν ἡ χώρα ἦι προ-
35 σωρισμένη ὑπὸ Λαοδίκης· τὴν δὲ τιμὴν συντετάχα-
μεν ἀνενεγκεῖν εἰς τὸ † κατὰ στρατείαν γαζοφυλάκ[ι]-
ον ἐν τρισὶν ἀναφοραῖς, ποιουμένου<ς> τὴμ μὲν μίαν ἐν τῶι Αὐ-
δναίωι μηνὶ τῶι ἐν τῶι ἑξηκοστῶι ἔτει, τὴν δὲ ἑτέραν ἐ[ν]
τῶι Ξανδικῶι, τὴν δὲ τρίτην ἐν τῆι ἐχομένηι τριμήνωι·
40 σύνταξον παραδεῖξαι Ἀρριδαίωι τῶι οἰκονομοῦντι τὰ Λαοδί-
κης τήν τε κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσοῦσαν χώραν
καὶ τοὺς λαοὺς πανοικίους σὺν τοῖς ὑπάρχουσιν αὐτοῖς
πᾶσιν καὶ τὴν ὠνὴν ἀναγράψαι εἰς τὰς βασιλικὰς γραφὰς
τὰς ἐν Σάρδεσιν καὶ εἰς στήλας λιθίνας πέντε· τού-
45 των τὴμ μὲν μίαν θεῖναι ἐν Ἰλίωι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς,
τὴν δὲ ἑτέραν ἐν τῶ<ι> ἱερῶι τῶι ἐν Σαμοθράκηι, τὴν δὲ ἑτέ-
ραν ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, τὴν δὲ τε-
τάρτην ἐν Διδύμοις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν
δὲ πέμπτην ἐν Σάρδεσιν ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος· εὐ-
50 θέως δὲ καὶ περιορίσαι καὶ στηλῶσαι τὴν χώραν καὶ [προσ]-
[αναγράψ]α̣ι τὸν περιορισμὸν εἰς τὰς στήλας τὰ[ς     ]
52a [․․․․․․․․․22-26․․․․․․․․․․]μ̣ε̣ν̣[   ]ι̣α̣ vac.REST zu TEIL III
C(20).52b BEGINN der Zeile = Ende TEIL IIvac. Δίου· ἔτο̣[υς   ]
53 [․․․․․․․․․․․․․․32-36․․․․․․․․․․․․․․․] Πάννο[υ κώμη]
[καὶ ἡ βᾶρις καὶ ἡ χώρα καὶ οἱ ὑπάρχοντε]ς λα[οί· παρεδείχ]-
55 [θη] δ̣ὲ̣ Ἀ̣ρ̣ρ̣ι̣δ̣αίωι τῶι ο̣ἰ̣κο̣ν̣ομοῦντι τὰ Λαοδίκης [ὑπ]ὸ̣ [      ]
[κ]ράτους τοῦ ὑπάρχου ἥ τε κώμη καὶ ἡ βᾶρις καὶ ἡ προσοῦσ[α χώ]-
[ρα] κατὰ τὸ παρὰ Νικομάχου τοῦ οἰκονόμου πρόσταγμα, [ὧι]
[ὑ]πεγέγραπτο καὶ τὸ παρὰ Μητροφάνους καὶ τὸ παρὰ τοῦ β̣[α]-
[σι]λέως γραφὲν πρὸς αὐτόν, καθ’ ἃ ἔδει περιορισθῆναι· ἀπὸ
60 [μ]ὲν ἡλίου ἀνατολῶν ἀπὸ τῆς Ζελειτίδος χώρας τῆς μὲν
[π]ρὸς τὴν Κυζικηνὴν ὁδὸς βασιλικὴ ἡ ἀρχαία ἡ ἄγουσα ἐπ[ὶ]
Πάννου κώμης ἐπάνω τῆς κώμης καὶ τῆς βάρεως, ἡ συ[ν]-
[δ]ειχθεῖσα ὑπό τε Μενεκράτου Βακχίου Πυθοκωμίτου
[κ]αὶ Δάου Ἀζαρέτου καὶ Μηδείου Μητροδώρου Παννοκωμ[ι]-
65 τῶν, καταρηρομένη δὲ ὑπὸ τῶν γειτνιώντων τῶι τόπωι· ἀπὸ
δὲ ταύτης παρὰ τὸν τοῦ Διὸς βωμὸν τὸν ὄντα ἐπάνω τῆς
βάρεως καὶ ὡς ὁ τάφος ἐν δεξιᾶι τῆς ὁδοῦ· ἀπὸ δὲ τοῦ
[τ]άφου αὐτὴ ἡ ὁδὸς ἡ βασιλικὴ ἡ ἄγουσα διὰ τῆς Εὐπαν-
[ν]ήσης ἕως ποταμοῦ τοῦ Αἰσήπου· ἐστηλώθη δὲ καὶ
70 [ἡ χώ]ρα κατὰ τὰ ὅρια τὰ παραδειχθέντα. vac.
Search Help