[ ]
Ionien — Didyma [Ad: Ländereien der Laodike zw. Zeleia u. Priapos] — 254/253 v.Chr. — Didyma II 492
A(19).1 | [․․․․․․․․․․24-28․․․․․․․․․․․ στή]λ̣η[․ ἀντίγραφον τοῦ] |
[προστάγματος τοῦ γραφέ]ντος ὑφ’ αὐτο̣[ῦ ] | |
[․․․․․․․․․22-26․․․․․․․․․․] τοῖς δὲ ἄλλοις [ | |
[․․․․․․17-19․․․․․․․ θεῖν]αι τὰς στήλας ἐντ[ ] | |
5 | [․․․․12-14․․․․ κ]α̣ὶ ἐπακολουθήσας τῇ παρὰ το[ῦ βα]- |
[σιλέω]ς ἐπιστολῆι ἀπέγδοσιν ποίησαι καὶ σύντα̣[ξον] | |
[ἀν]αγράψαι τήν τε πρᾶσιν καὶ τὸν περιορισμὸν εἰς [στ]- | |
ήλας λιθίνας δύο, καὶ τούτων θεῖναι τὴμ μὲν μ[ίαν] | |
ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, τὴ[ν] δὲ ἑτέρ[αν] | |
10 | ἐν Διδύμοις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος· τὸ δὲ ἀνά̣[λω]- |
μα τὸ ἐσόμενον εἰς ταῦτα δοῦναι ἐκ τοῦ βασιλικο̣[ῦ]· | |
ἵνα δὲ στηλωθῆι τὴν ταχίστην, ἐπιμελές σοι γεν[έ]- | |
σθω, καὶ ὡς ἂν συντελεσθῆι, γράψον καὶ ἡμῖν· ἐπεστά[λ]- | |
καμεν δὲ καὶ Τιμοξένωι τῶι βυβλιοφύλακι καταχω[ρί]- | |
15 | σαι τὴν ὠνὴν καὶ τὸν περιορισμὸν εἰς τὰς βασιλικὰς γρα̣- |
φὰς τὰς ἐν Σάρδεσιν, καθάπερ ὁ βασιλεὺς γέγραφε̣ν̣. | |
B(18).17 | Δαισίου· βασιλεὺς Ἀντίοχος Μητροφάνει χαίρειν· πεπ[ρά]- |
καμεν Λαοδίκηι Πάννου κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσο[ῦ]- | |
σαν χώραν τῆι κώμηι, ὅρος τῆι τε Ζελειτίδι χώραι καὶ τῆι Κυζικ̣- | |
20 | [ην]ῆι καὶ τῆι ὁδῶι τῆι ἀρχαίαι,ἣ ἦμ μὲν ἐπάνω Πάννου κώμης, συ- |
νηροτρία̣τ̣α̣[ι δὲ ὑπὸ τ]ῶ̣ν γεωργούντων πλησίον ἕνεκεν τοῦ ἀ- | |
ποτεμέσθαι τὸ χω̣ρ̣ί̣ο̣ν̣, τ̣ὴ̣μ̣ μ̣ὲ̣ν̣ Π̣ά̣ν̣[νου κώμην ὑπ]ά̣ρχουσαν συμβαί- | |
νει ὕστερον γεγενῆσθαι, καὶ εἴ τινες εἰς τὴν χώ[ρα]ν ταύτην ἐμ[πί]- | |
πτουσιν τόποι καὶ τοὺς ὑπάρχοντας αὐτό[θι λ]α̣ο̣ὺ[ς πα]- | |
25 | νοικίους σὺν τοῖς ὑπάρχουσιν πᾶσιν καὶ σὺν ταῖς τοῦ [ἐ]- |
νάτου καὶ πεντηκοστοῦ ἔτους προσόδοις, ἀρ[γυ]- | |
ρίου ταλάντων τριάκοντα, ὁμοίως δὲ καὶ εἴ τινες ἐ- | |
[κ] τῆς κώμης ταύτης ὄντες λαοὶ μετεληλύθασιν εἰς ἄλλου- | |
ς τόπους·ἐφ’ ὧι οὐθὲν ἀποτελεῖ εἰς τὸ βασιλικὸν καὶ κυρία ἔ[σ]- | |
30 | ται προσφερομένη πρὸς πόλιν, ἣν ἂν βούληται· κατὰ ταὐτὰ δ[ὲ] |
καὶ οἱ παρ’ αὐτῆς πριάμενοι ἢ λαβόντες αὐτοί τε ἕξου- | |
σιν κυρίως καὶ πρὸς πόλιν προσοίσονται, ἣν ἂν βούλω[ν]ται, | |
ἐάμπερ μὴ Λαοδίκη τυγχάνει πρότερον προσενηνε- | |
γμένη πρὸς πόλιν, οὕτω δὲ κεκτήσονται, οὗ ἂν ἡ χώρα ἦι προ- | |
35 | σωρισμένη ὑπὸ Λαοδίκης· τὴν δὲ τιμὴν συντετάχα- |
μεν ἀνενεγκεῖν εἰς τὸ † κατὰ στρατείαν γαζοφυλάκ[ι]- | |
ον ἐν τρισὶν ἀναφοραῖς, ποιουμένου<ς> τὴμ μὲν μίαν ἐν τῶι Αὐ- | |
δναίωι μηνὶ τῶι ἐν τῶι ἑξηκοστῶι ἔτει, τὴν δὲ ἑτέραν ἐ[ν] | |
τῶι Ξανδικῶι, τὴν δὲ τρίτην ἐν τῆι ἐχομένηι τριμήνωι· | |
40 | σύνταξον παραδεῖξαι Ἀρριδαίωι τῶι οἰκονομοῦντι τὰ Λαοδί- |
κης τήν τε κώμην καὶ τὴν βᾶριν καὶ τὴν προσοῦσαν χώραν | |
καὶ τοὺς λαοὺς πανοικίους σὺν τοῖς ὑπάρχουσιν αὐτοῖς | |
πᾶσιν καὶ τὴν ὠνὴν ἀναγράψαι εἰς τὰς βασιλικὰς γραφὰς | |
τὰς ἐν Σάρδεσιν καὶ εἰς στήλας λιθίνας πέντε· τού- | |
45 | των τὴμ μὲν μίαν θεῖναι ἐν Ἰλίωι ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς, |
τὴν δὲ ἑτέραν ἐν τῶ<ι> ἱερῶι τῶι ἐν Σαμοθράκηι, τὴν δὲ ἑτέ- | |
ραν ἐν Ἐφέσωι ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος, τὴν δὲ τε- | |
τάρτην ἐν Διδύμοις ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, τὴν | |
δὲ πέμπτην ἐν Σάρδεσιν ἐν τῶι ἱερῶι τῆς Ἀρτέμιδος· εὐ- | |
50 | θέως δὲ καὶ περιορίσαι καὶ στηλῶσαι τὴν χώραν καὶ [προσ]- |
[αναγράψ]α̣ι τὸν περιορισμὸν εἰς τὰς στήλας τὰ[ς ] | |
52a | [․․․․․․․․․22-26․․․․․․․․․․]μ̣ε̣ν̣[ ]ι̣α̣ vac. {²REST zu TEIL III}² |
C(20).52b | {²BEGINN der Zeile = Ende TEIL II}² vac. Δίου· ἔτο̣[υς ] |
53 | [․․․․․․․․․․․․․․32-36․․․․․․․․․․․․․․․] Πάννο[υ κώμη] |
[καὶ ἡ βᾶρις καὶ ἡ χώρα καὶ οἱ ὑπάρχοντε]ς λα[οί· παρεδείχ]- | |
55 | [θη] δ̣ὲ̣ Ἀ̣ρ̣ρ̣ι̣δ̣αίωι τῶι ο̣ἰ̣κο̣ν̣ομοῦντι τὰ Λαοδίκης [ὑπ]ὸ̣ [ ] |
[κ]ράτους τοῦ ὑπάρχου ἥ τε κώμη καὶ ἡ βᾶρις καὶ ἡ προσοῦσ[α χώ]- | |
[ρα] κατὰ τὸ παρὰ Νικομάχου τοῦ οἰκονόμου πρόσταγμα, [ὧι] | |
[ὑ]πεγέγραπτο καὶ τὸ παρὰ Μητροφάνους καὶ τὸ παρὰ τοῦ β̣[α]- | |
[σι]λέως γραφὲν πρὸς αὐτόν, καθ’ ἃ ἔδει περιορισθῆναι· ἀπὸ | |
60 | [μ]ὲν ἡλίου ἀνατολῶν ἀπὸ τῆς Ζελειτίδος χώρας τῆς μὲν |
[π]ρὸς τὴν Κυζικηνὴν ὁδὸς βασιλικὴ ἡ ἀρχαία ἡ ἄγουσα ἐπ[ὶ] | |
Πάννου κώμης ἐπάνω τῆς κώμης καὶ τῆς βάρεως, ἡ συ[ν]- | |
[δ]ειχθεῖσα ὑπό τε Μενεκράτου Βακχίου Πυθοκωμίτου | |
[κ]αὶ Δάου Ἀζαρέτου καὶ Μηδείου Μητροδώρου Παννοκωμ[ι]- | |
65 | τῶν, καταρηρομένη δὲ ὑπὸ τῶν γειτνιώντων τῶι τόπωι· ἀπὸ |
δὲ ταύτης παρὰ τὸν τοῦ Διὸς βωμὸν τὸν ὄντα ἐπάνω τῆς | |
βάρεως καὶ ὡς ὁ τάφος ἐν δεξιᾶι τῆς ὁδοῦ· ἀπὸ δὲ τοῦ | |
[τ]άφου αὐτὴ ἡ ὁδὸς ἡ βασιλικὴ ἡ ἄγουσα διὰ τῆς Εὐπαν- | |
[ν]ήσης ἕως ποταμοῦ τοῦ Αἰσήπου· ἐστηλώθη δὲ καὶ | |
70 | [ἡ χώ]ρα κατὰ τὰ ὅρια τὰ παραδειχθέντα. vac. |