[ ] Mys.: Granikos mit Pariane — Parion (Kemer) — 2.Jh.n.Chr. — IK 25,52; Peek, GV I Nr.1994a
I.1 ὑπόμνημα #⁵⁶ Π(όπλιος) Ναίβιος Μάξιμος Φλ(αβίᾳ) Κλυμένῃ θρεψάσῃ καὶ τοῖς προενκειμένοις
πτώμασιν κατεσκεύασεν τὴν σορόν· εἰ δέ τις ἕτερον σῶμα τολμήσει
βαλεῖν ἢ τὴν σορὸν ματακεινῆσαι, δώσει ἰς τὸ ἱερώτατον ταμεῖον
προστείμου (δην.) ͵β καὶ τῇ Παριανῶν πόλει ͵α.
II.4a        {²TEIL II  (= 1.Kolumne)
5 κωφὴ μὲν λίθος εἰμί, βοῶ δ’ ὑπὸ γράμμασι τοῖσδε
  σοί, παροδεῖτα, μαθεῖν ὅντιν’ ἔχω λαγόσιν·
Ἡλείου τόδε σῆμα, τὸν ἥρπασε νηλεόθυμος
  Μοῖρα καὶ εἰς Ἀΐδεω πέμψε τάχιστα δόμους,
ὅν ποτε κουρίζοντα κατ’ εὐδώμητον ἀγυιάν
10   ἵππος ἀελλοπόδης μέρσε φίλοιο φάους·
10a        {²TEIL III  (= 2.Kolumne)
11 μοῖρα με νηλειὴ<ς> καὶ λοίγιος ἵππος ἀπέκτα,
  ὃν κατ’ ἐμεῖο φάους ἤγαγον Αἰνεάδαι·
Ἡλεῖος δ’ ὄνομ’ ἔσχον, ἄγων δὲ ἕβδομον λυκάβαντα
αἴλινος ὠκύμορος ἤλυθον εἰς Ἀΐδαν·
14a        {²TEIL IV  (= 3.Kolumne)
15 ξεῖνε, μαθὼν παρόδευε τίνος τόδε σῆμα τέτυκται |
γράμμ’ ἀναλεξάμενος ἐν πλακὶ ληϊνέῃ· |
ἕξ μὲν ἄγων λυκάβαντας ἀπέστιχον·
οὔνομα δ’ ἦν μοι | Ἡλεῖος, μοίρης δ’ οἰκτροτάτης ἔτυχο[ν]· |
ἵππος γὰρ μ’ ἔκτεινε καὶ εἰς ἀδίαυλον ἔπεμψ<εν>| Ἀΐδαν
20 καὶ Λήθης πικρὸν ἔγευσεν ὕδωρ· |
χαῖρε,Ἑλλησποντιανέ.
Search Help