[ ]
Mys.: Granikos mit Pariane — Parion (Kemer) — 2.Jh.n.Chr. — IK 25,52; Peek, GV I Nr.1994a
| I.1 | ὑπόμνημα #⁵⁶ Π(όπλιος) Ναίβιος Μάξιμος Φλ(αβίᾳ) Κλυμένῃ θρεψάσῃ καὶ τοῖς προενκειμένοις |
| πτώμασιν κατεσκεύασεν τὴν σορόν· εἰ δέ τις ἕτερον σῶμα τολμήσει | |
| βαλεῖν ἢ τὴν σορὸν ματακεινῆσαι, δώσει ἰς τὸ ἱερώτατον ταμεῖον | |
| προστείμου (δην.) ͵β καὶ τῇ Παριανῶν πόλει ͵α. | |
| II.4a | {²TEIL II (= 1.Kolumne)}² |
| 5 | κωφὴ μὲν λίθος εἰμί, βοῶ δ’ ὑπὸ γράμμασι τοῖσδε |
| σοί, παροδεῖτα, μαθεῖν ὅντιν’ ἔχω λαγόσιν· | |
| Ἡλείου τόδε σῆμα, τὸν ἥρπασε νηλεόθυμος | |
| Μοῖρα καὶ εἰς Ἀΐδεω πέμψε τάχιστα δόμους, | |
| ὅν ποτε κουρίζοντα κατ’ εὐδώμητον ἀγυιάν | |
| 10 | ἵππος ἀελλοπόδης μέρσε φίλοιο φάους· |
| 10a | {²TEIL III (= 2.Kolumne)}² |
| 11 | μοῖρα με νηλειὴ<ς> καὶ λοίγιος ἵππος ἀπέκτα, |
| ὃν κατ’ ἐμεῖο φάους ἤγαγον Αἰνεάδαι· | |
| Ἡλεῖος δ’ ὄνομ’ ἔσχον, ἄγων δὲ ἕβδομον λυκάβαντα | |
| αἴλινος ὠκύμορος ἤλυθον εἰς Ἀΐδαν· | |
| 14a | {²TEIL IV (= 3.Kolumne)}² |
| 15 | ξεῖνε, μαθὼν παρόδευε τίνος τόδε σῆμα τέτυκται | |
| γράμμ’ ἀναλεξάμενος ἐν πλακὶ ληϊνέῃ· | | |
| ἕξ μὲν ἄγων λυκάβαντας ἀπέστιχον· | |
| οὔνομα δ’ ἦν μοι | Ἡλεῖος, μοίρης δ’ οἰκτροτάτης ἔτυχο[ν]· | | |
| ἵππος γὰρ μ’ ἔκτεινε καὶ εἰς ἀδίαυλον ἔπεμψ<εν>| Ἀΐδαν | |
| 20 | καὶ Λήθης πικρὸν ἔγευσεν ὕδωρ· | |
| χαῖρε,Ἑλλησποντιανέ. |