[ ] Äg. Inseln — Lesbos, Eresos (Eressos) — wohl 2.Jh.v.Chr. — IG XII Suppl 34 Nr.121; IK 25,2
I.1 [․․․7․․․] οἱ τεταγμένοι ὑπὸ τοῦ δήμου εἰ[ς τὰ]
ἱερὰ καὶ ἀποστολὴν· ἀ̣π̣ο̣[σ]τ̣εῖλαι δὲ τόδε τὸ ψήφισμ[α]
καὶ πρὸς τὸν δῆμον τ[ὸν] Ἐρεσίω[ν κ]αὶ ἀξιῶσαι αὐτὸν̣
ποιήσασθαι ἐπιμ̣έλειαν, ὅπως οἱ ἄρ̣[χ]οντε<ς> οἱ ἐπὶ τούτω[ι]
5 τεταγμέν[οι] π̣οιήσονται τὴν ἀναγγελ̣[ί]αν τῶν
στεφάνων ἀ[ν]αγγέλλοντες· ὁ δῆμος ὁ Παριαν[ῶν] στεφανοῖ
τὸν δῆμον τὸν Ἐρεσίων, ὅτι ἀπέστειλεν ἐπι τῆ̣[ι] ἐ̣γδικασίαι
τῶν δικῶν̣ ἄνδρας καλοὺς καὶ ἀγαθούς· ἀναγγεῖλ[αι] δὲ αὐτοὺ[ς]
καὶ ὅτι· ὁ δῆ̣μος ὁ Παριανῶν στεφανοῖ Βάκχιον Ἑρμ̣[οδί]κου, Ἀρχία[ν]
10 Εὐρυσι[λ]άου, Ἀμφικλῆν Ἴσωνος καλῶς καὶ δικαίως
[κ]αὶ σ[υμ]φερόντως δικάσαντας παρ’ αὐτῶι τὰς δίκας·
ἀξι[ῶ]σαι δὲ Ἐρεσίους καὶ ἵνα τὰ ἐψηφισμένα ὑπὸ τ[οῦ]
δήμου ἀναγραφῆι εἰςτήλην καὶ τεθῆ[ι] παρ’ αὐτο[ῖ]ς
ἐν τ̣ῶι ἀποδειχθέντι τόπωι ὑπὸ τοῦ δήμου
15
II.15 Με[ν]ίτας Πενθίλω εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλ[ευσε]
καὶ ο[ἰ] ἄρχοντες προτίθισι καὶ οἰ δίκασται οἰ ἀποστάλ[εντες]
[ε]ἰς [Π]άριον τά τε γράμματα καὶ τὸ ψάφισμα ἀπ[έδωκαν]
ὂ ἐψαφ[ί]σαντο Παρίανοι περὶ τίμαν τῶ τε δάμω κ[αὶ τῶν]
δικάσταν τῶ[ν] ἀποσταλέντων πρὸς αὔτοις [καὶ ἀξί]-
20 αισ[ι] ταὶς τίμαις [αὔ]τοισι καὶ τῶ δάμω ταὶς ἐψαφ[ισμέναις]
ὐπ[ὸ] τῶ δάμω τῶ Παριάν[ω]ν, ὄπως ἀναγγέλω[νται]
αὔτοισι καὶ ἀναγραφέωσι εἰς στ[άλλ]αν καὶ τεθ[έωσιν]
ἐν [τ]ῶ τόπω τῶ ἀποδίχθεντι, δέδοχθ[αι τ]δ[άμω]·
ἐπα[ί]νησαι μὲν τὸν δᾶμον τὸμ Παριάνων [ἐπ’ ἆ ἔχει]
25 εὐχαριστία καὶ διότι διαφυλάσσει τὰν εὔνοιαν [καὶ τὰν]
φιλίαν τὰμ προυπάρχοισαν αὔτα πρὸς τὰμ π[όλιν]·
ἐπαίνησαι δὲ καὶ τοὶς ἀποστάλεντες δικά[σ]τ[αις]
Βάκχιον Ἐρμοδίκω, Ἀρχίαν Εὐρυσιλάω, Ἀμφίκλην Ἴσω[νος],
ὄτι ἐδίκ[α]σαν Παριάνοισι ταὶς δίκαις κάλως καὶ δικαίω[ς]
30 [κ]αὶ συμφερόντως· ἀναγόρευσαι δὲ καὶ τοὶς [σ]τεφάνοις,
[κ]αθάπερ ἀξίαισι Παρίανοι, ἔν τε τοῖς Ἠρακλέοισι τῶ
[ἄ]γωνι τῶ γυμνίκω καὶ ἐν τοῖς Διονυσίοισ[ι] τῶ ἄγωνι
[τ]ῶν τραγώιδων· τᾶς δὲ ἀναγορεύσι[ος] ἐπιμέλεια[ν]
[π]οήσασθαι ἐμ μ[ὲν] τοῖς Ἠρακλέοισι [τ]ὸν γυμνασίαρχο[ν],
35 [ἐν] δὲ τοῖς Διονυσί[οισι] τὸν χορ[οσ]τάταον· τὸ δὲ ψάφισμ[α]
[το]ῦτό τε καὶ τὸ Παριάν[ων] ἀνάγραψαι τοὶς ἐξετάσται[ς]
[εἰ]στάλλαν λιθίναν καὶ στᾶσαι ἐν τᾶ ἀγόρα· τὸ δὲ
       [ἀνάλωμα — — —]
Search Help
Contact Us