[ ]
Äg. Inseln — Lesbos, Eresos (Eressos) — wohl 2.Jh.v.Chr. — IG XII Suppl 34 Nr.121; IK 25,2
I.1 | [․․․7․․․] οἱ τεταγμένοι ὑπὸ τοῦ δήμου εἰ[ς τὰ] |
ἱερὰ καὶ ἀποστολὴν· ἀ̣π̣ο̣[σ]τ̣εῖλαι δὲ τόδε τὸ ψήφισμ[α] | |
καὶ πρὸς τὸν δῆμον τ[ὸν] Ἐρεσίω[ν κ]αὶ ἀξιῶσαι αὐτὸν̣ | |
ποιήσασθαι ἐπιμ̣έλειαν, ὅπως οἱ ἄρ̣[χ]οντε<ς> οἱ ἐπὶ τούτω[ι] | |
5 | τεταγμέν[οι] π̣οιήσονται τὴν ἀναγγελ̣[ί]αν τῶν |
στεφάνων ἀ[ν]αγγέλλοντες· ὁ δῆμος ὁ Παριαν[ῶν] στεφανοῖ | |
τὸν δῆμον τὸν Ἐρεσίων, ὅτι ἀπέστειλεν ἐπι τῆ̣[ι] ἐ̣γδικασίαι | |
τῶν δικῶν̣ ἄνδρας καλοὺς καὶ ἀγαθούς· ἀναγγεῖλ[αι] δὲ αὐτοὺ[ς] | |
καὶ ὅτι· ὁ δῆ̣μος ὁ Παριανῶν στεφανοῖ Βάκχιον Ἑρμ̣[οδί]κου, Ἀρχία[ν] | |
10 | Εὐρυσι[λ]άου, Ἀμφικλῆν Ἴσωνος καλῶς καὶ δικαίως |
[κ]αὶ σ[υμ]φερόντως δικάσαντας παρ’ αὐτῶι τὰς δίκας· | |
ἀξι[ῶ]σαι δὲ Ἐρεσίους καὶ ἵνα τὰ ἐψηφισμένα ὑπὸ τ[οῦ] | |
δήμου ἀναγραφῆι εἰςτήλην καὶ τεθῆ[ι] παρ’ αὐτο[ῖ]ς | |
ἐν τ̣ῶι ἀποδειχθέντι τόπωι ὑπὸ τοῦ δήμου | |
15 | |
II.15 | Με[ν]ίτας Πενθίλω εἶπε· περὶ ὦν ἀ βόλλα προεβόλλ[ευσε] |
καὶ ο[ἰ] ἄρχοντες προτίθισι καὶ οἰ δίκασται οἰ ἀποστάλ[εντες] | |
[ε]ἰς [Π]άριον τά τε γράμματα καὶ τὸ ψάφισμα ἀπ[έδωκαν] | |
ὂ ἐψαφ[ί]σαντο Παρίανοι περὶ τίμαν τῶ τε δάμω κ[αὶ τῶν] | |
δικάσταν τῶ[ν] ἀποσταλέντων πρὸς αὔτοις [καὶ ἀξί]- | |
20 | αισ[ι] ταὶς τίμαις [αὔ]τοισι καὶ τῶ δάμω ταὶς ἐψαφ[ισμέναις] |
ὐπ[ὸ] τῶ δάμω τῶ Παριάν[ω]ν, ὄπως ἀναγγέλω[νται] | |
αὔτοισι καὶ ἀναγραφέωσι εἰς στ[άλλ]αν καὶ τεθ[έωσιν] | |
ἐν [τ]ῶ τόπω τῶ ἀποδίχθεντι, δέδοχθ[αι τ]ῶ δ[άμω]· | |
ἐπα[ί]νησαι μὲν τὸν δᾶμον τὸμ Παριάνων [ἐπ’ ἆ ἔχει] | |
25 | εὐχαριστία καὶ διότι διαφυλάσσει τὰν εὔνοιαν [καὶ τὰν] |
φιλίαν τὰμ προυπάρχοισαν αὔτα πρὸς τὰμ π[όλιν]· | |
ἐπαίνησαι δὲ καὶ τοὶς ἀποστάλεντες δικά[σ]τ[αις] | |
Βάκχιον Ἐρμοδίκω, Ἀρχίαν Εὐρυσιλάω, Ἀμφίκλην Ἴσω[νος], | |
ὄτι ἐδίκ[α]σαν Παριάνοισι ταὶς δίκαις κάλως καὶ δικαίω[ς] | |
30 | [κ]αὶ συμφερόντως· ἀναγόρευσαι δὲ καὶ τοὶς [σ]τεφάνοις, |
[κ]αθάπερ ἀξίαισι Παρίανοι, ἔν τε τοῖς Ἠρακλέοισι τῶ | |
[ἄ]γωνι τῶ γυμνίκω καὶ ἐν τοῖς Διονυσίοισ[ι] τῶ ἄγωνι | |
[τ]ῶν τραγώιδων· τᾶς δὲ ἀναγορεύσι[ος] ἐπιμέλεια[ν] | |
[π]οήσασθαι ἐμ μ[ὲν] τοῖς Ἠρακλέοισι [τ]ὸν γυμνασίαρχο[ν], | |
35 | [ἐν] δὲ τοῖς Διονυσί[οισι] τὸν χορ[οσ]τάταον· τὸ δὲ ψάφισμ[α] |
[το]ῦτό τε καὶ τὸ Παριάν[ων] ἀνάγραψαι τοὶς ἐξετάσται[ς] | |
[εἰ]στάλλαν λιθίναν καὶ στᾶσαι ἐν τᾶ ἀγόρα· τὸ δὲ | |
[ἀνάλωμα — — —] |